
α. Ἥκω τὸ χρέος ἀποδώσων ὑμῖν, ὦ φίλοι, χρέος κἀμὲ τὸν ἀποδιδόντα πλουτίζον, καὶ ὑμᾶς τοὺς ἀπολαμβάνοντας ὠφελοῦν. Πάρειμι πάλιν ἀποδείξων τὸν Θωμᾶν, παρὰ μὲν τὴν ἀρχὴν ἀπιστοῦντα τῇ τοῦ Σωτῆρος ἀναστάσει, ὕστερον δὲ μετὰ τὴν ὄψιν καὶ τὴν ἁφὴν πιστεύοντα τῷ Χριστῷ, καὶ Κύριον αὐτὸν καὶ Θεὸν ὀνομάζοντα. Συντείνατέ μοι τοίνυν τάς ὑμετέρας διανοίας, παρακαλῶ, καθικετεύσατε τὸν Θωμᾶν, ἵνα τὴν ἁγίαν αὐτοῦ δεξιὰν τὴν ἁψαμένην τῆς τοῦ Δεσπότου πλευρᾶς τοῖς ἐμοῖς χείλεσιν ἐπιθείς, νευρώσῃ μου τὴν γλῶτταν πρὸς τὴν ἐξήγησιν τῶν ποθουμένων ὑμῖν, καὶ μετὰ γαλήνης τῶν εὐτελῶν μου ῥημάτων ἀνάσχεσθε, ἵνα μικράν τινα τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπώσησθε. Τοῦ Σωτῆρος ἡμῶν διαῤῥήξαντος τὴν παμφάγον γαστέρα τοῦ ᾅδου, καὶ γενομένου πρωτοτόκου τῶν νεκρῶν, καὶ διὰ τῶν κεκλεισμένων τῶν θυρῶν εἰσελθόντος πρὸς τοὺς ἑαυτοῦ μαθητάς, Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ΄ αὐτῶν. Βαβαὶ τοῦ θαύματος! ὁ ποθούμενος παρεγένετο, καὶ ὁ ποθῶν ἀπελιμπάνετο· ὁ ποιμὴν ὁ καλὸς ἐπέστη τῇ ποίμνῃ, καὶ τὸ πρόβατον ἔξω τῆς ποίμνης, μᾶλλον δὲ τῆς μάνδρας ἐπλανᾶτο· ὁ βασιλεὺς τῶν οὐρανῶν παρὼν ἐπεδήμησε, καὶ ὁ στρατιώτης πόῤῥω τοῦ θείου στρατοπέδου διέτριβεν. Ἦν δὲ ἄρα καὶ τοῦτο τῆς θείας οἰκονομίας μυστήριον, τὸ μὴ παρεῖναι τὸν Θωμᾶν τότε. Εἰ γὰρ παρῆν, οὐκ ἂν ἠμφισβήτησεν· εἰ δὲ μὴ ἀμφέβαλεν, οὐκ ἂν ἐψηλάφησεν· εἰ δὲ οὐκ ἐψηλάφησεν, οὐκ ἂν οὕτως ἐπίστευσεν· εἰ δὲ μὴ οὕτως ἐπίστευσεν, οὐκ ἂν ἡμᾶς οὕτω πιστεύειν ἐδίδαξεν. Ὥστε καὶ ἡ ἀπιστία τοῦ μαθητοῦ τῆς ἡμετέρας πίστεως μήτηρ γεγένηται. Διὰ τοῦτο γὰρ καὶ ἡμεῖς μὴ βλέποντες τὸν Χριστόν, προσκυνοῦμεν αὐτόν, ἐπειδήπερ ἐκεῖνος ἰδὼν αὐτὸν προσεκύνει· διὰ τοῦτο μὴ ψηλαφοῦντες τὸν ἀψηλάφητον, ἀνυμνοῦμεν αὐτόν, ἐπειδήπερ ἐκεῖνος ταῖς οἰκείαις χερσὶ κρατήσας τὸν Δεσπότην ἀνύμνησε λέγων· Ὁ Κύριός μου, καὶ Θεός μου. Ἔλεγον οὖν οἱ ἄλλοι μαθηταὶ τελευταίῳ παραγενομένῳ τῷ Θωμᾶ· Ἑωράκαμεν τὸν Κύριον, ἑωράκαμεν τὸν εἰπόντα μετὰ τρεῖς ἡμέρας ἐγείρομαι, καὶ τὴν ἀλήθειαν τῶν ῥημάτων ἐκ τῶν πραγμάτων εὑρήκαμεν· ἑωράκαμεν τὸν εἰπόντα Ἐγώ εἰμι ἡ ἀνάστασις, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή· καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀλήθειαν καὶ τὴν ζωὴν ἐκ τῆς ζωῆς ἐδεξάμεθα· ἑωράκαμεν τὸν εἰπόντα, ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ τὴν ἐξουσίαν αὐτοῦ τῷ πράγματι παρειλήφαμεν. Ἐπέστη γὰρ ἀθρόως ἡμῖν ὁ Σωτήρ, τοῦ δωματίου τάς θύρας μὴ διελών· ἡμεῖς δὲ πρὸς τὴν ξένην αὐτοῦ ἐπιστασίαν, ὡς εἰκός, ἐκπλαγέντες ἐθαυμάσαμεν τὸν τοιαύτην εἴσοδον καινουργήσαντα. Ἠκούσαμεν αὐτοῦ πρὸς ἡμᾶς εἰπόντος· Εἰρήνη ὑμῖν, καὶ τὴν ζάλην τῆς λύπης πρὸς γαλήνην εὐφροσύνης ἐτρεψάθεμα· εἴδομεν αὐτοῦ τάς χεῖρας, ἐν αἷς ἐδέξατο τάς τῶν ἥλων ἀκμάς, καὶ τάς τῶν ἀνθρώπων ἁμαρτίας ἐξήλειψεν· εἴδομεν αὐτοῦ τάς χεῖρας, δι’ ὧν τὸν θάνατον συνέτριψε, καὶ τὴν ἀνάστασιν πᾶσιν ἀνθρώποις ἔφυσεν· εἴδομεν αὐτοῦ καὶ τὴν ἁγίαν πλευρὰν τὴν τρωθεῖσαν ὑπὲρ ἡμῶν, καὶ βλύσασαν αἷμα καὶ ὕδωρ, τοὺς δύο τῆς ἡμετέρας σωτηρίας κρουνούς· ὑπεδεξάμεθα καὶ φύσημα θεῖον ἐκ τοῦ θείου στόματος αὐτοῦ, φύσημα πνευματικόν, φύσημα πάσης χάριτος χορηγόν. Ἐχειροτονήθημεν ἐκ τοῦ Δεσπότου δεσπόται τῆς τῶν πλημμελημάτων ἀφέσεως, ἐγενόμεθα καὶ κύριοι τῆς τῶν ἁμαρτωλῶν κρίσεως, τοιοῦτον ῥῆμα παρ’ αὐτοῦ δεξάμενοι σύνθημα. Ἄν τινων ἀφῆτε τάς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Τοιούτων λόγων τοῦ Σωτῆρος κατετρυφήσαμεν, τοιούτων δωρεῶν ἀπηλαύσαμεν (οὐ γὰρ ἐνῆν ἡμᾶς ἀπολαῦσαι, καὶ μὴ πλουτῆσαι, τοιούτῳ Δεσπότῃ περιτυχόντας)· σὺ δὲ μόνος πτωχὸς ἔμεινας μὴ παρών. Καὶ πρὸς αὐτοὺς εὐθέως ὁ Θωμᾶς ὑπολαβὼν ἔφη· Ὑμεῖς τὸν Κύριον ἐθεάσασθε; ἐγὼ μόνος ἀνάξιός εἰμι τῆς θέας αὐτοῦ; οὐχ ὡς ἐκλήθητε, κέκλημαι; οὐχ ὡς ἐτιμήθητε, τετίμημαι παρ’ αὐτοῦ; οὐχ ὡς εἴδετε σταυρούμενον αὐτόν, οὕτως εἶδον κἀγώ; Εἶδον μεθ΄ ὑμῶν τὰ στυγνά, θέλω καταμαθεῖν καὶ τὰ φαιδρά. Ὡς εἶδον τὴν νέκρωσιν τοῦ Χριστοῦ, θέλω καὶ τὴν ἀνάστασιν αὐτοῦ κατιδεῖν. Ἐὰν γὰρ μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Ἀλλ΄ ὑμεῖς οὐκ ἂν ἐπιστεύσατε, εἰ μὴ πρῶτον ἐθεάσασθε· οὕτω κἀγώ, ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω. Ἐπίμεινον, ὦ Θωμᾶ, ἐπίμεινον τῇ καλῇ σου ἀπιστία ταύτῃ, σπουδαίως ἐπίμεινον, ἕως ἂν κρατήσῃς τῆς πίστεως τὴν ἄγκυραν· ἐπίμεινον τῷ τοιούτῳ πόθῳ σφοδρότερον, ἕως ἂν θεάσῃ τὸν ποθούμενον. Φιλῶ σου τὴν διχόνοιαν τῶν λογισμῶν, ὡς πᾶσαν διχόνοιαν τέμνουσαν· ἐπαινῶ σου τὸν φιλόνεικον καὶ φιλόχριστον τρόπον, ὡς πᾶσαν φιλονεικίαν αἱρετικῶν ἐκκόπτοντα. Ἀπίστησον, ἀπίστησον ἔτι καὶ μᾶλλον, ἵνα πιστεύσω βεβαίως ἐγώ. Ζήτησον τὸν Κύριον, καὶ κάλεσον τὸν παρόντα, ἵνα σοῦ ζητοῦντος αὐτὸν καὶ καλοῦντος, ἐγὼ περιπτύξωμαι τὸν ἐμὸν λυτρωτήν. Ἐπίμεινον ζητῶν τὸν εἰπόντα· Ζητεῖτε, καὶ εὑρήσετε. Μὴ παρέλθῃς ἁπλῶς ἐρευνῶν, ἐὰν μὴ εὑρήσῃς, ὃν ζητεῖς θησαυρόν. Ἐπίμεινον κρούων τὴν θύραν τῆς ἀναντιῤῥήτου γνώσεως, ἕως ἂν ὑπανοίξῃ σοι ταύτην ὁ εἰπών· Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Ἡδέως ἀκούω σου πολλάκις λέγοντος, Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω. Σοῦ γὰρ ἀπιστοῦντος, ἐγὼ πιστεύειν διδάσκομαι· σοῦ τῇ δικέλλῃ τῆς γλώττης ὀρύττοντος τάς τοῦ θείου σώματος ἀρούρας, ἐγὼ τὸν καρπὸν ἀπόνως θερίζω καὶ σωρεύω πρὸς ἑαυτόν. Ἐὰν μὴ ἴδω τούτοις μου τοῖς ὀφθαλμοῖς τοὺς ἐν ταῖς ἁγίαις αὐτοῦ χερσὶν αὔλακας, ἅς ἠροτρίασαν οἱ δυσσεβεῖς, οὐδαμῶς τοῖς ὑμετέροις συνθήσομαι ῥήμασιν· ἐὰν μὴ βάλω τοῦτόν μου τὸν δάκτυλον εἰς τὰ κοιλώματα τῶν ἥλων, οὐκ ἂν τὸ ὑμέτερον εὐαγγέλιον παραδέξομαι· ἐὰν μὴ κρατήσω ταύτῃ μου τῇ χειρὶ τὴν πλευρὰν ἐκείνην, τὴν ἀνύποπτον μάρτυρα τῆς ἀναστάσεως, οὐκ ἂν τῷ ὑμετέρῳ πιστεύσοιμι δείγματι.
β. Θεάσομαι τοῖς ἐμοῖς ὀφθαλμοῖς τὰ κηρυττόμενα παρ’ ὑμῶν (ἐπειδήπερ τῆς ἀκοῆς ἀξιοπιστότεροι μάρτυρες οἱ ὀφθαλμοί), καὶ τότε τὸν ὑμέτερον δέχομαι λόγον. Ἅπας γὰρ λόγος κεκτημένος τὴν ἀπὸ τῶν πραγμάτων συνηγορίαν ἰσχυρὸς ὑπάρχει καὶ βέβαιος· πᾶσα δὲ φωνὴ τῆς ἀπὸ τῶν ἔργων μαρτυρίας ἐστερημένη, ἐστὶν ἐξίτηλος, ἐκ τῶν χειλέων εἰς τὸν ἀέρα χεομένη. Μέλλω κηρύττειν τοῖς ἀνθρώποις τοῦ διδασκάλου τὰ θαύματα· πῶς οὖν, ἃ μὴ παρέλαβον τοῖς ὀφθαλμοῖς, ταῦτα τοῖς λόγοις ἐξείπω; Πῶς πείσω τοὺς ἀπίστους πιστεῦσαι, οἷς οὔτε αὐτὸς τέως παρηκολούθησα; πῶς εἴπω τοῖς Ἰουδαίοις καὶ τοῖς Ἕλλησι, ὅτι σταυρούμενον τὸν ἐμὸν Δεσπότην τεθέαμαι, ἀναστάντα δὲ οὐκ εἶδον, ἀλλ’ ἤκουσα; Καί τίς οὐ γελάσει μου τὴν φωνήν; Τὶς οὐ διαπτύσει τὸ κήρυγμα; Ἕτερον γάρ ἐστι ἀκοή, καὶ ἕτερον ὄψις, καὶ ἕτερόν ἐστι λόγων ἐπαγγελία, καὶ ἕτερον πραγμάτων θέα καὶ πεῖρα. Ταῦτα καὶ τὰ τοιαῦτα πρὸς τοὺς συναποστόλους διαλεγομένου τοῦ Θωμᾶ, εἰσῆλθε πάλιν ὁ Ἰησοῦς πρὸς τοὺς μαθητάς, κεκλεισμένων τῶν θυρῶν. Εἰσῆλθεν ἡ θύρα τῆς ζωῆς διά τῶν κεκλεισμένων θυρῶν, εἰσῆλθεν, ὡς οἶδεν αὐτὸς μόνος ὁ Θεὸς Λόγος. Ὥσπερ γὰρ ἐγεννήθη, καὶ τάς πύλας τῆς παρθενίας οὐκ ἔφθειρεν, οὕτω καὶ ἐντὸς τῆς οἰκίας εὑρέθη, καὶ τὰ κλεῖθρα οὐκ ἀνέσπασε. Καὶ πάλιν, ὥσπερ ἐξῆλθεν ἐκ τοῦ κεκλεισμένου καὶ ἐσφραγισμένου τάφου, οὕτως εἰσῆλθε καὶ τῶν θυρῶν κεκλεισμένων. Εἰσῆλθε τῇ σαρκί, ὅπου ἦν θεότητι, καὶ τάς θύρας οὐκ ἀνεπέτασεν. Ἠθέλησε γάρ, καὶ τὸ κωλῦον οὐδέν· ἠθέλησε, καὶ πάντα συνέδραμεν· ἠθέλησε, καὶ ἡ κτίσις ὑπούργησε, μόνῳ τῷ θελήματι αὐτοῦ πάντα συνέδραμε Θεῷ ὄντι καὶ ὑπάρχοντι. Οὕτω καὶ ἡ γέννησις αὐτοῦ πάντα λόγον νικᾷ, καὶ ἡ τοῦ μνήματος ἔξοδος ὑπερβαίνει πᾶσαν διάνοιαν, καὶ ἡ πρὸς τοὺς μαθητὰς αὐτοῦ εἴσοδος ἀπόῤῥητός ἐστι καὶ ἀνέκφραστος. Ὅτι μὲν γὰρ εἰσῆλθε πρὸς τοὺς μαθητάς, δεδίδαγμαι· τὸ δὲ πῶς εἰσῆλθεν, οὐκέτι μεμάθηκα· ὃ δὴ μὴ παρέλαβον, οὔτε λέγειν τολμῶ. Ὑμνῷ τὸν εἰσελθόντα, οὐ πολυπραγμονῶ τῆς εἰσόδου τὸν τρόπον· κηρύττω τὸ μυστήριον, οὐχ ἑρμηνεύω τὸ ἀνερμήνευτον· θαυμάζω τὸ γεγενημένον σημεῖον, πῶς δὲ γέγονεν οὐ ζητῶ· πιστεύω τοῖς γεγραμμένοις ἀπεριέργως, καὶ σῴζομαι. Ἀκροατὴς γάρ εἰμι θαυμάτων δεσποτικῶν, οὔκ εἰμι δὲ διαιτητὴς θείων ἐνεργειῶν. Κἄν τις τῶν Ἰουδαίων εἴπῃ πρὸς με· Ἀμήχανα καὶ ξένα κηρύττεις καὶ παντελῶς ἄπιστα πράγματα· πῶς γὰρ ἠδύνατο διακεκλεισμένων θυρῶν σῶμα παρελθεῖν ὀγκηρόν; Ἐρῶ κἀγὼ πρὸς αὐτόν. Πῶς ἠδυνήθη ἄγγελος καταγαγεῖν τὸν Ἀμβακοὺμ εἰς τὸν λάκκον τῶν λεόντων, καὶ πάλιν ἀναγαγεῖν, καὶ τάς ἐπικειμένας σφραγῖδας σώας καὶ ἐῤῥωμένας καταλιπεῖν; Ὁ δοῦλος, ὅπερ ἠθέλησεν, ἐποίησε, καὶ ὁ Δεσπότης οὐκ ἴσχυσεν, ὅπερ ηὐδόκησεν; Ὥσπερ οὖν ἐκεῖνο γεγένηται, βουληθέντος Θεοῦ, οὕτω καὶ τοῦτο πέπρακται, τοῦ ἐνανθρωπήσαντος Λόγου Θεοῦ θελήσαντος. Εἰσῆλθεν τοίνυν πρὸς τοὺς ἑαυτοῦ μαθητάς, ὡς ηὐδόκησεν, ὁ Σωτήρ, καὶ ἔστη εἰς τὸ μέσον, ἵνα πᾶσιν ὁμοίως φανῇ, καὶ εἶπεν αὐτοῖς· Εἰρήνη ὑμῖν. Εἰρήνη γὰρ εἰμί, καὶ εἰρήνην χαρίζομαι ὑμῖν. Ὃ πέφυκα, τοῦτο καὶ δίδωμι. Αὓτη ἡ εἰρήνη πάντας τοὺς πολεμίους ὑποτάξει τοῖς ὑμετέροις ποσίν· αὓτη ἡ εἰρήνη τάς ἀρχὰς καὶ τάς ἐξουσίας ποιήσει δούλας ὑμῶν· αὓτη ἡ εἰρήνη στήσει κατὰ τῆς οἰκουμένης τρόπαιον. Ηὐφράνθησαν οὖν μαθηταὶ πάλιν ἀπολαύσαντες τῆς Δεσποτικῆς μορφῆς καὶ φωνῆς, καὶ τοῖς ἀγκῶσι τὸν Θωμᾶν διένυττον, καὶ διένευον τοῖς ὀφθαλμοῖς αὐτῷ, καὶ μονονουχὶ διὰ τῶν βλεφάρων ἔλεγον πρὸς αὐτόν· Οὐκ εἰρήκαμέν σοι πρῴην, Ἑωράκαμεν τὸν Κύριον, καὶ οὐκ ἐπίστευσας ταῖς ἡμετέραις φωναῖς; Ἰδοὺ πάρεστιν αὐτὸς ὁ ποθούμενος· ἀπόλαυσον ὡς ζητεῖς, κατατρύφησον ὡς ποθεῖς, πρόσελθε τῷ διὰ τὴν σωτηρίαν πρὸς ἡμᾶς εἰσελθόντι, καὶ λάβε τὴν τῶν ζητουμένων ἐπίλυσιν. Καὶ αὐτὸς δὲ ὁ Θωμᾶς ἵστατο περιπέμπων τοὺς ὀφθαλμοὺς εἰς ὅλα τοῦ Σωτῆρος τὰ μέλη, καὶ περιεργαζόμενος ἀκριβῶς ἕκαστον, εἰ ἀληθῶς ὁ ἀποθανών, καὶ ἀναστὰς αὐτὸς παρεγένετο. Τὶ οὖν πρὸς αὐτὸν ὁ μόνος ἀγαθός, ὁ μόνος εὔσπλαχνος καὶ φιλάνθρωπος, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν; Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἲδε τάς χεῖράς μου. Ὢ φιλανθρωπίας ἀπέραντον ὕψος! Ὢ συγκαταβάσεως ἀμετρήτου πέλαγος! Οὐκ ἀνέμεινε τὴν πρόσοδον τοῦ μαθητοῦ· οὐ περιέμεινε τὸν δεόμενον προσελθεῖν, καὶ δεηθῆναι καὶ τυχεῖν ὡς ἐβούλετο· οὐκ ἀπεστέρησεν αὐτὸν οὐδὲ πρὸς βραχὺ τῆς εὐχῆς, ἀλλ’ αὐτὸς ὁ ἐρώμενος τὸν ἐραστὴν πρὸς τὸν ποθούμενον ἐβίαζεν· αὐτὸς τῇ φωνῇ τὸν δάκτυλον τοῦ ποθοῦντος πρὸς ἑαυτὸν ἐπεσπάσατο· αὐτὸς τῇ δεσποτικῇ γλώττῃ τὴν δουλικὴν δεξιὰν εἵλκυσεν, εἰπὼν πρὸς αὐτόν, Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἲδε τάς χεῖράς μου. Διὰ σὲ γὰρ παρεγενόμην πρὸς σέ· διὰ σὲ πάλιν ἐπέστην, ὅθεν οὐκ ἀπέστην οὐδαμῶς τῇ θεότητι· διὰ σὲ ταύτας μου τάς χεῖρας τοῖς ἥλοις ὑπέθηκα, ἵνα σοι προξενήσω σωτηρίαν ἀκίνδυνον. Πλησίασόν μοι τῷ σώματι καὶ τῷ πνεύματι καὶ τῇ πίστει, καὶ μάθε σαφῶς ἅπερ ἐπεθύμεις μαθεῖν· ὡς θέλεις ἐρεύνησον, ὡς θέλεις κατάμαθε, ὡς θέλεις ψηλάφησον· ὡς ἔτι νηπιάζων, ἐν ταῖς ἐμαῖς χερσὶν ἀνάγνωθι γεγραμμένα τὰ τοῦ ἑκουσίου μου πάθους τραύματα. Παρατίθημί σοι πάντα μου τὰ μέλη πρὸς ἔρευναν· οὐκ αἰσχύνομαι τοῦ σώματός μου τοὺς μώλωπας, οὐκ αἰδοῦμαι τῆς σαρκός μου τὰ τραύματα, ἅπερ κατεδεξάμην διὰ τὰ ὑμέτερα τραύματα· οὐ κρύπτω τῆς ἐμῆς δόξῃς καὶ νίκης τὰ τρόπαια· δημοσιεύω καὶ πάσῃ τῇ κτίσει κατάδηλα ποιῶ. Εἶδε ταῦτα καὶ ὁ ἥλιος (διὰ ταῦτα γὰρ ἀνεχώρησε, καὶ νύκτα ἐν ἡμέρᾳ ἐδημιούργησεν)· εἶδε ταῦτα ἡ γῆ (διὰ ταῦτα γὰρ ἐζήτησε τόπον φυγῆς)· ἴσασι ταῦτα αἱ πέτραι (διὰ ταῦτα γὰρ αὗται σχισθεῖσαι τῇ διαιρέσει τὸ ἐμὸν πάθος ἐθρήνησαν)· ἴσασι ταῦτα καὶ οἱ νεκροὶ (διὰ ταῦτα γὰρ ἐκ τῶν τάφων ἐξέδραμον)· οἶδε ταῦτα καὶ τὸ καταπέτασμα τοῦ ναοῦ· διὰ γὰρ ταῦτα καὶ τοῦτο περισχισθὲν προεθρήνησε τὴν τῶν Ἰουδαίων ἀπώλειαν. Ἴδε τάς ἐμάς χεῖρας, ὡς ἠθέλησας· εἴσελθε διὰ τοῦ δακτύλου σου εἰς τὰ βάθη τῶν ἐμῶν ὠτειλῶν. Θέλεις καὶ τὴν πλευράν μου καταμαθεῖν; Ἰδού, καὶ ταύτην σοι παραγυμνῶ. Φέρε οὖν τὴν χεῖρά σου τὴν φιλοπράγμονα καὶ πολυμαθῆ, καὶ βάλε εἰς τὴν πλευράν μου· ἅψαι τοῦ σώματός μου τοῦ συστάντος χωρὶς ἀνθρωπίνης σπορᾶς· ἅψαι τοῦ σώματός μου τοῦ ληφθέντος ἐκ τῆς παρθένου Μαρίας καὶ παρθένου μεμενηκυίας· ἅψαι τοῦ σώματός μου τοῦ σοι συγγενοῦς· ἅψαι τοῦ σώματός μου τοῦ παθόντος κατὰ γνώμην ἐμήν· ἅψαι τοῦ σώματός μου τοῦ νεκρωθέντος ὑπὲρ ὑμῶν, ἀλλ’ οὐ καταποθέντος ὑπὸ τῆς τοῦ θανάτου φθορᾶς· ἅψαι τοῦ σώματός μου τοῦ φρικτοῦ ταῖς ἀσωμάτοις δυνάμεσιν· ἅψαι τοῦ σώματός μου τοῦ φοβεροῦ τοῖς Χερουβείμ, καὶ σεπτοῦ τοῖς Σεραφείμ, καὶ διδάχθητι διὰ τῆς πείρας αὐτῆς, τὶ τὸ ψηλαφητόν μου, καὶ τὶ τὸ ἀψηλάφητόν μου, τὶ τὸ παθητόν μου, καὶ τὶ τὸ ἀπαθές μου, τὶ τὸ θνητόν μου, καὶ τὶ τὸ ἀθάνατόν μου, τὶ τὸ νεκρωθὲν διὰ σέ, καὶ τὶ τὸ μεῖναν ἀνώλεθρον, τὶ τὸ ὑποπῖπτον τοῖς σοῖς δακτύλοις, καὶ τὶ τὸ μὴ ὑποπῖπτον τῇ σῆ δεξιᾷ· Καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός.
γ. Ἤκουσα, Θωμᾶ, μὴ παρὼν ὡς ἄνθρωπος, ἀλλὰ παρὼν ὡς Θεός, ἅπερ ἐλάλησας πρὸς τοὺς σούς ἀδελφούς· παρήμην ὑμῖν τῇ θεότητι, κεχωρισμένως ὑμῶν τῇ ἀνθρωπότητι. Θέλεις ὑπομνήσω σοι τῶν εἰρημένων ὑπὸ σοῦ πρῴην ῥημάτων; Οὐκ εἶπας, Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω; Οὐ ταῦτα τὰ ῥήματα γενήματα τυγχάνει τῶν σῶν λογισμῶν; Οὐ ταῦτα τὰ ῥήματα διὰ τῶν σῶν ἐῤῥύη χειλέων; Διὰ ταῦτα πάλιν ἐλήλυθα, δι’ ἅπερ ἀμφιβάλλεις, τοῦτο δεύτερον ἐπλησίασα, δι’ ἅπερ ἐπεθύμεις. Μὴ τοίνυν αἰσχυνθῇς μαθεῖν ἃ ποθεῖς, μὴ ἐντραπῇς περιεργάσασθαι ἅπερ ἐπιζητεῖς, μὴ παραιτήσῃ τὸν σὸν δάκτυλον ἐπιβαλεῖν ταύταις μου ταῖς χερσίν. Ἀνέχομαι καὶ δακτύλου περιέργου, ὡς ἠνεσχόμην τῶν ἥλων· ὑπομένω τοῦ φιλοῦντος τὴν περιέργειαν, ὡς ὑπέμεινα τὴν τῶν μισούντων ἐπήρειαν σταυρούμενος. Ὑπὸ τῶν ἐχθρῶν οὐκ ἠγανάκτησα παροινούμενος· φιλικῶς ὑπὸ σοῦ παραιτούμενος οὐχ ὑποίσω; Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τάς χεῖράς μου, ταὰς τραυματισθεῖσας ὑπὲρ ὑμῶν, ἵνα θεραπευθῶσιν οἱ μώλωπες τῶν ὑμετέρων ψυχῶν· ἴδε ταὰς χεῖρας καὶ λόγισαι κατὰ σαυτόν, πότερος ἐκεῖνός εἰμι ὁ σταυρωθεὶς ἑκών, ἢ ἄλλός τις παρ’ ἐκεῖνόν εἰμι· ἲδε τάς χεῖράς μου, ἂς ἔχειν ἀφῆκα τῆς Ἰουδαϊκῆς μανίας τὰ σύμβολα, ἳν΄ ὅταν συνήθως ἀναισχυντήσωσι οἱ Ἰουδαῖοι κατὰ τὴν ἡμέραν τῆς κρίσεως, καὶ εἴπωσι πρὸς με· Ἡμεῖς οὐκ ἐσταυρώσαμέν σε, Δέσποτα, ὑποδείξω τοῖς πολεμίοις τάς χεῖρας ἐν τούτῳ τῷ σχήματι καὶ τῇ ὄψει, καὶ καταισχύνω τὴν θεομάχον συναγωγήν· ἵνα ὄψωνται οἱ Ἰουδαῖοι, εἰς ὃν ἐξεκέντησαν, καὶ προσκυνήσωσι στένοντες. Ἁψάμενος τοίνυν ὁ Θωμᾶς τῶν δεσποτικῶν χειρῶν καὶ τῆς θείας πλευρᾶς, καὶ μεστὸς γενόμενος δειλίας ὁμοῦ καὶ περιχαρείας ἐκ τῆς θέας ὧν ἐπιθύμησε, πρὸς ὑμνῳδίαν εὐθέως τὴν γλῶτταν κινεῖ βοῶν πρὸς τὸν Κύριον· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Σὺ εἶ Κύριος καὶ Θεός, σὺ ἄνθρωπος καὶ φιλάνθρωπος· σὺ εἶ ξένος καὶ παράδοξος τῆς φύσεως ἰατρός· οὐ τέμνεις σιδήρῳ τὰ πάθη, οὐ καίεις πυρὶ τὰ ἕλκη, οὐκ ἐρανίζεις παρὰ βοτανῶν τὴν τῶν φαρμάκων ἰσχύν, οὐκ ἐπιδεσμεύεις ἐπιδέσμοις ὁρατοῖς τὰ κάμνοντα μέλη. Ἔχεις οἰκτιρμῶν ἐπιδέσμους ἀοράτους, ἀοράτως τὰ διαλελυμένα συσφίγγοντας· ἔχεις λόγον σιδήρου τομώτερον, ἔχεις ῥῆμα πυρὸς δυνατώτερον, ἔχεις νεῦμα φαρμάκου προσηνέστερον. Ὡς δημιουργὸς ἀπόνως ἁγιάζεις τὸ ποίημα· ὡς πλάστης μεταπλάττεις ἀκαμάτως τὰ πλάσματα· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Σύ λέπραν ἀπέξεσας ὡς ἠθέλησας, σύ χωλοὺς δρομαίους ἀνέδειξας, σύ παραλύτους βαστάζειν τάς ἑαυτῶν κλίνας ἐποίησας, σύ τυφλοὺς ἐκ γενετῆς ἀπονίψασθαι τὸν ζόφον ἐκέλευσας, σύ τοὺς δαίμονας ἐκ τῶν σῶν ποιημάτων ἐξώθησας, σύ παρὰ τῶν ἐχθρῶν ἐκρατήθης βαλλόμενος, καὶ θέλων παρὰ τῶν Ἰουδαίων πάντα κατὰ σάρκα πέπονθας δι’ ἐμέ. Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Σύ ὁ Θεός μου καὶ Κύριος· σύ προαιώνιος ἅμα καὶ πρόσφατος· σὺ οὐράνιος ἅμα καὶ ἐπίγειος· σύ ἀόρατος καὶ ὁρώμενος· σύ ἀνείδεος, καὶ ἐν εἴδει τῷ κατ΄ ἐμέ· σύ ἀσχημάτιστος, καὶ ἐν τούτῳ τῷ σχήματι· σύ Θεὸς ἀληθῶς, καὶ ἄνθρωπος ἀψευδής· σύ ἐν γαστρὶ Παρθένου, ὁ αὐτὸς καὶ ἐν κόλποις Πατρός· σύ ἐν οὐρανῷ σὺν τῷ Πατρί, ὁ αὐτὸς καὶ ἐν σταυρῷ δι’ ἡμᾶς· σύ ἐν τῷ βασιλικῷ θρόνῳ πρὸ αἰώνων, ὁ αὐτὸς ἐν ἥλοις καὶ ξύλῳ κατὰ σάρκα· σὺ ἀπαθὴς κατὰ πνεῦμα, ὁ αὐτὸς παθητὸς κατὰ σάρκα· σύ ἀθάνατος ὡς ὁμοούσιος τῷ Πατρί, ὁ αὐτὸς θνητὸς ὡς καὶ ἡμῖν ὁμοούσιος· σύ ἐν τάφῳ, ὁ αὐτὸς καὶ ἐπὶ τῶν Χερουβείμ· σύ ἐν θανάτῳ ὡς ζωῆς χορηγός, ὁ αὐτὸς ἐν νεκροῖς τῶν νεκρῶν ἐλευθερωτής· σύ νεκρὸς τριήμερος ὑπάρχεις, σύ τῷ γεννήσαντι συναΐδιος· σύ ἀνέστησας τοῦ σώματός σου τὸν ναόν, σύ ἀνέστης διὰ τῆς ἰδίας δυνάμεως Θεὸς ὤν· σύ μεθ΄ ἡμῶν ἐν σαρκί, ὁ πρὸ πάντων τῶν αἰώνων ὑπάρχων σὺν τῶν Πατρί· σύ ἐν τοῖς οὐρανοῖς ἄνω, σύ ἐπὶ γῆς, ὁ αὐτὸς καὶ ἐν ὅλῃ τῇ κτίσει ἐπισκοπῶν ὁ Θεός· σύ πανταχοῦ· σύ γὰρ πάντα πληροῖς· σύ κρατῇ παρ’ ἐμοῦ, ὁ τὰ πάντα κρατῶν τῇ δρακὶ τῇ ἰδίᾳ. Σὲ βλέπω τοῖς σωματικοῖς ὀφθαλμοῖς, σὲ κατανοῶ τοῖς τῆς πίστεως ὄμμασιν· ἐπιγινώσκω ἐν σοὶ τὸ ἐξ ἐμοῦ· γνωρίζω ἐν σοὶ τὴν ἐκ τοῦ Πατρὸς ἀνέκφραστον θεότητα· ἕνα σε Κύριον καὶ Θεὸν ὁμολογῶ· ἄλλο καὶ ἄλλο ὄντα σε τὸν ἕνα μεμάθηκα, οὐκ ἄλλον καὶ ἄλλον ἐπίσταμαι. Οὐ διαιρῶ σε τὸν ἀδιαίρετον, οὐ χωρίζω σὲ τὸν ἀχώριστον, οὐ τέμνω σε τὸν ἀμέριστον· ὃ βλέπω, καὶ ὃ κρατῶ, καὶ ὃ νοῶ, διὰ μιᾶς ἐξαγορεύω φωνῆς· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Σύ γὰρ διὰ τῆς σῆς συγκαταβάσεως τὴν ἐμὴν ψυχὴν ἀνήγαγες ἐκ τοῦ τῆς ἀπιστίας βυθοῦ, σὺ τοὺς ἀνθρώπους αἰχμαλώτους γενομένους ἠλευθέρωσας, σὺ τὴν ἁμαρτίαν ἐν τῇ ἀναμαρτήτῳ σου σαρκὶ κατέκρινας, σὺ τὸν διαβολον ὅτε ἠθέλησας, κατεπάτησας, συντρίψας αὐτοῦ πάντα τὰ πεπυρωμένα βέλη· σὺ τὸν θάνατον ἐν τῷ θανάτῳ τεθανάτωκας, σὺ διὰ τῆς σῆς ἀφθαρσίας τὴν φθορὰν ἀπεδίωξας, σὺ διὰ τῆς σῆς ἀναστάσεως τὴν ἀνάστασιν ἡμῖν ἀνεκαίνισας, σὺ τὸν τριήμερόν σου τάφον ἐγγυητὴν ἐπὶ τῆς γῆς καταλέλοιπας τῆς τῶν νεκρῶν ἀναστάσεως, σὺ τοὺς ἀνθρώπους οὐρανίους ἀπέδειξας, σὺ τὴν γῆν οὐρανοῦ φαιδροτέραν ἐποίησας, σὺ ἁπαξαπλῶς τὰ πάντα εἰς τὸ κρεῖττον μετέστησας· σὺ Θεὸς ὤν, γέγονας ἄνθρωπος, ἵνα τὸν ἄνθρωπον ποιήσῃς Θεόν· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Κύριος· Ὅτι ἑώρακάς με, πεπίστευκας. Ὅρα, μὴ πάλιν ἀνελθόντος μου μετὰ σαρκός, ὅθεν καθῆλθεν ἄνευ σαρκός, σὺ τοῖς τῆς ἀπιστίας χρήσῃ ῥήμασι, καὶ εἴπῃς· Ἐὰν μὴ πάλιν ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω. Ἅπαξ ἠπίστησας, ἅπαξ ἐψηλάφησας, ἅπαξ ἐπίστευσας· κήρυττε λοιπὸν ἅπερ παρείληφας. Μακάριοι γὰρ οἱ ἰδόντες με, καὶ πιστεύσαντες· τρισμακάριοι δὲ οἱ μὴ ἰδόντες με, καὶ πιστεύσαντες. Ὁ μακαρισμὸς οὖν οὗτος, ἀδελφοί, εἰς ἡμᾶς διαβαίνει τοὺς μὴ θεασαμένους αὐτόν, καὶ πιστεύσαντας εἰς αὐτόν. Μακάριοι γὰρ οἱ τῇ πίστει βλέποντες τὸν ἀόρατον· μακάριοι ὑμεῖς, οἱ καθ΄ ἑκάστην πανήγυριν ὁρῶντες αὐτόν, καὶ τοῖς ὀφθαλμοῖς προσφέροντες, καὶ τοῖς στόμασιν ἀσπαζόμενοι, καὶ τοῖς ὀδοῦσι ἐσθίοντες, καὶ μὴ καταναλίσκοντες ὃν ἐσθίετε. Ὢ μυστηρίων ξένων! Ὢ μυστηρίων φρικτῶν! Ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, ἐν ταῖς δεξιαῖς εὑρίσκεται τῶν ἁμαρτωλῶν· καὶ ὁ παρὰ τῶν ἀγγέλων ὑμνούμενος, παρὰ ῥυπαρῶν κρατεῖται χειρῶν, καὶ φέρει, φερόμενος ὑπὸ τῶν ἀναξίων αὐτοῦ δούλων φέρειν αὐτόν. Οὐ φεύγει τάς ἁμαρτωλὰς παλάμας ἡμῶν, οὐ φεύγει τοὺς κατακρίτους δακτύλους, οὐ συντρίβει τοὺς πηλίνους ὁ ποιητής, ἀλλ’ αὐτὸς προτρέπεται καὶ λέγει· Λάβετε, φάγετε· λάβετε, πίετε· φέρετε τάς χεῖρας ὑμῶν, καὶ βάλετε εἰς τὴν πλευράν μου, καὶ τῶν ἐμῶν κατατρηυφήσατε πάντες μελῶν. Ὅπερ γὰρ ἐὰν λάβητε μέλος, ἐν ἐκείνῳ ὅλος εἰμί, ὁ παρὰ τοῦ Θωμᾶ ψηλαφηθείς. Προσερχόμεθα τοίνυν ἅπαντες καθαρῶς τῷ καθαρῷ, καὶ δεχόμενοι τὸν ἡμέτερον Κύριον, μὴ εὐθέως ἅμα τῷ δέξασθαι καταφρονητικῶς αὐτῷ προσερχώμεθα, ἀλλὰ ἀναχωροῦντες κατ΄ ἰδίαν, μόνος μόνῳ διαλεγόμενοι τῷ Λυτρωτῇ λέγωμεν· Κύριε, οὐκ ἐσμεν ἄξιοι ἱκανοὶ ἵνα εἰσέλθῃς ὑπὸ τὴν στέγην τῶν ἡμετέρων ψυχῶν· ἀλλ’ ἐπειδὴ σὺ βούλει κρατεῖσθαι παρ’ ἡμῶν, ἐπειδὴ σὺ θέλεις ὡς φιλάνθρωπος οἰκεῖν ἐν ἡμῖν, σοὶ θαῤῥοῦντες προσερχόμεθα, σοὶ λέγοντες· Εἴ τι κελεύεις, Δέσποτα, ἀναπετάσωμεν τῶν στομάτων ἡμῶν τάς πύλας, ἃς σὺ μόνος ἐδημιούργησας. Εἰσέρχῃ γὰρ μετὰ φιλανθρωπίας ὡς πέφυκας· εἰσέρχῃ καὶ λύεις τοὺς τῶν ἀνομημάτων δεσμούς· εἰσέρχῃ καὶ φωτίζεις τοὺς ἐσκοτισμένους ἡμῶν λογισμούς. Πιστεύομεν, Κύριε, ὡς τοῦτο ποιήσεις. Οὔτε γὰρ πόρνην μετὰ δακρύων προσελθοῦσάν σοι ἀπέφυγες, οὐδὲ τελώνην μετανοήσαντα ἀπεβάλου, οὐδὲ λῃστὴν ἐπιγνόντα τὴν σὴν βασιλείαν ἐδίωξας, οὐδὲ διώκτην μετανοήσαντα κατέλιπες εἶναι ὃ ἦν, ἀλλὰ τούτους πάντας ὑπὸ τῆς μετανοίας σοι προσαχθέντας, ἐν τῷ χορῷ τῶν σῶν φίλων κατέταξας. Μετὰ τοιαύτης εὐχῆς καὶ ψυχῆς καθαρᾶς τῶν οὐρανίων μυστηρίων μεταλάβωμεν, καὶ βίῳ σώφρονι περιφράξωμεν ἑαυτούς, καὶ μὴ ἐξερχέσθω λόγος αἰσχρός, ὅθεν εἰσέρχεται ὁ Χριστὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν. Τοιαύτην πολιτείαν καὶ ὑμεῖς μετέρχεσθε οἱ νεοφώτιστοι· αἰδέσθητε τάς ἀνωδύνους ὠδῖνας τῆς κολυμβήθρας, καὶ μὴ ἀθετήσητε τὴν θείαν αὐτῆς λοχείαν, ἵνα μὴ εἴπῃ καὶ καθ΄ ὑμῶν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δὲ με ἠθέτησαν. Ἐν οὐρανοῖς ὑμῶν ἀναγέγραπται τὰ ὀνόματα· μὴ πάλιν τῷ βορβόρῳ τῶν ἡδονῶν ἑαυτοὺς ἐγκυλίσητε, ἵνα μὴ ὁ Ἀπόστολος τοῦ Κυρίου Παῦλος ὑμῖν ὀνειδίσῃ βοῶν· Ἐτρέχετε καλῶς· τὶς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Ἀπεδύσασθε τάς λευκὰς στολάς, ἀλλὰ μὴ συναποδύσησθε τὴν λευκότητα τῶν ψυχῶν ὑμῶν. Ταύτην γὰρ τὴν στολὴν ἐὰν μὴ ὑμεῖς ἀποδύσησθε, οὐδεὶς ὑμᾶς ἄλλος ἀποδῦσαι δυνήσεται. Μείνατε οὖν διαπαντὸς νεοφώτιστοι, ἵνα καταξιωθῆτε ἀκοῦσαι τῆς μακαρίας ἐκείνης φωνῆς. Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.
