Το Ρωμαίικο > Ορθοδοξία > ΕΥΧΗ εἰς τόν Πανάγιον καί Ζωοδόχον Τάφον τοῦ Κυρίου.

ΕΥΧΗ εἰς τόν Πανάγιον καί Ζωοδόχον Τάφον τοῦ Κυρίου.

Τοῦ Κυρίου δεηθῶμεν

 Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ἡ ἀρχίφωτος τοῦ Πατρός σοφία καί δύναμις, ἡ πηγή τῆς ζωῆς καί τῆς ἀθανασίας, ὁ διά τῆς σῆς ἀφάτου ἐνανθρωπήσεως φωτίσας ἡμᾶς ἐσκοτισμένους τῇ ἁμαρτίᾳ, καί ἀπαθανατίσας νενεκρωμένους τῇ πονηρᾷ συμβουλίᾳ τοῦ ὄφεως· ὁ σταυρικόν καί ἐπονείδιστον θάνατον δι’ ἡμᾶς ἐν σαρκί ὑπομείνας· ὁ ἐν μνήματι καινῷ ὑπό τοῦ εὐσχήμονος Ἰωσήφ ταφῆναι καταδεξάμενος, καί τριήμερος ἐκ νεκρῶν ἀναστῆναι ἐν δόξῃ εὐδοκήσας, ὡς Θεός παντοδύναμος, ἵνα τήν πεπτωκυῖαν φύσιν ἡμῶν συνεγείρῃς τῇ τριημέρῳ ἐγέρσει σου· ὁ τόν Πανάγιον καί Ζωοδόχον σου Τάφον ὑπεραυγάσας τῇ ὑπερφώτῳ δόξη σου, εἰς μαρτύριον τῆς τριημέρου καί ἐνδόξου σου ἀναστάσεως· ἐπάκουσον ἡμῶν τῶν ταπεινῶν καί ἀναξίων δούλων σου, καί συγχωρήσας ἡμῖν τά ἑκούσια καί ἀκούσια ἁμαρτήματα, τείχισον ἡμᾶς ἁγίοις Ἀγγέλοις σου· περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου φρούρησον ἡμᾶς τῇ δυνάμει σου· ἔκτεινον πᾶσιν ἡμῖν χεῖρα βοηθείας· Μνήσθητι, Κύριε, τῶν περιεστώτων προσκυνητῶν τοῦ Παναγίου καί Ζωοδόχου σου Τάφου, καί ἐλέησον αὐτούς κατά τό πλῆθος τοῦ ἐλέους σου· τά ταμεῖα αὐτῶν ἔμπλησον παντός ἀγαθοῦ· τάς συζυγίας αὐτῶν ἐν εἰρήνῃ καί ὁμονοίᾳ διατήρησον, τά νήπια ἔκθρεψον, τήν νεότητα παιδαγώγησον, τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, τούς νοσοῦντας ἴασαι, χηρῶν πρόστηθι, ὀρφανῶν ὑπεράσπισον, δός πᾶσι τά πρός σωτηρίαν αἰτήματα, Μνήσθητι, Κύριε, τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως αἰωνίου κεκοιμημένων ἀδελφῶν ἡμῶν, καί κατάταξον τά πνεύματα καί ὀνόματα αὐτῶν ἐν βίβλῳ ζωῆς, ἐν κόλποις Ἀβραάμ, Ἰσαάκ καί Ἰακώβ, ἐν χώρᾳ ζώντων, ἐν παραδείσῳ τρυφῆς. Μνήσθητι, Κύριε, ἐν τῷ πλήθει τῶν οἰκτιρμῶν σου παντός τοῦ λαοῦ σου, τῶν συμπαρόντων καί συνευχομένων ἡμῖν, καί πάντων τῶν ἀδελφῶν ἡμῶν, τῶν ἐν παντί τόπῳ τῆς δεσποτείας σου, καί πᾶσι χορήγησον τό μέγα σου ἔλεος. Σόν γάρ ἐστι τό ἐλεεῖν καί σῴζειν  ἡμᾶς, Χριστέ ὁ Θεός ἡμῶν, καί σοί τήν δόξαν, εὐχαριστίαν καί προσκύνησιν ἀναπέμπομεν, σύν τῷ ἀνάρχῳ σου Πατρί, καί τῷ Παναγίῳ καί Ἀγαθῷ καί Ζωοποιῷ σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τοῦς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τέλος καί τῷ Θεῷ δόξα.

 

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

nv-author-image

Θεόφιλος Παπαδόπουλος