ΛΟΓΟΣ ΕΙΣ ΤΑ ΒΑΪΑ ΚΑΙ ΕΙΣ ΤΟΝ ΠΩΛΟΝ / ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΥΛΟΓΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

Α΄. Βασιλικὴν οἱ πιστοὶ σήμερον ἐπιδημίαν ἑορτάζοντες, θεοπρεπῶς τῷ βασιλεῖ ὑπαντήσωμεν. Ὥρα λοιπόν· μὴ καθεύδωμεν· τὸν νοῦν πρὸς τὸν Θεὸν ἀνυψώσωμεν· τὸ πνεῦμα μὴ σβέσωμεν· τὰς λαμπάδας ἡμῶν φαιδρῶς ἐξανάψωμεν· τὸν χιτῶνα τῆς ψυχῆς ἐξαλλάξωμεν· τὰ βαΐα ὡς νικηφόροι βαστάξωμεν· μετὰ τοῦ ὄχλου τὰ τοῦ ὄχλου βοήσωμεν· μετὰ τῶν παίδων, ὡς οἱ παῖδες ὑμνήσωμεν· «Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου». Ἰδοὺ γὰρ ἦλθεν· ἰδοὺ ἐπέφανεν· ἰδοὺ ὁ Βασιλεὺς ἐπέστη. Πάλιν εἰς Ἱερουσαλὴμ εἰσέρχεται· πάλιν σταυρὸς εὐτρεπίζεται· πάλιν τοῦ Ἀδάμ τὸ χειρόγραφον ῥήγνυται· πάλιν παράδεισος ἀνοίγεται· πάλιν λῃστὴς εἰσοικίζεται. Πάλιν ἡ Ἐκκλησία χορεύει. Πάλιν ἡ πονηρὰ συναγωγὴ χηρεύει· πάλιν οἱ δαίμονες αἰσχύνονται· πάλιν οἱ Ἰουδαῖοι μαίνονται· πάλιν οἱ πιστοὶ διασώζονται. Πάλιν τὰ τῆς ἑορτῆς πάντα τῆς ἑορτῆς κοινωνεῖ· πάντα τὸν Δεσπότην ὑμνεῖ. Οἱ οὐρανοὶ εὐφραίνονται· τὰ ὄρη ἀγάλλονται. Οἱ ποταμοὶ, κροτήσατε, προσέλθετε, βοήσατε, ὁρῶντες τὰ προφητῶν ῥήματα γενόμενα πράγματα. Οἱ βουνοί, σκιρτήσατε· οἱ ὄχλοι, ἀλαλάξατε· τὰ νήπια, ὑμνήσατε· μαθηταί, κηρύξατε· ἱερεῖς, λαλήσατε· θεολόγοι, δοξάσατε· οἱ ἐν Σιών, ὑπαντήσατε· τὰ ἔθνη, συνάχθητε· τὰ οὐράνια, τὰ ἐπίγεια, τὰ καταχθόνια, πᾶσα ἀξία καὶ ἡλικία· πάντας γὰρ εὐεργετήσων ἔρχεται· πάντας ἐλεήσων ἐπέφανε· πᾶσι χαριζόμενος τὴν ἀγαλλίασιν. Θεὸς ὤν, γέγονεν ἄνθρωπος, «καὶ ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη». Μετὰ τῶν δούλων ὁ Δεσπότης· μετὰ τῶν χρεωφειλετῶν ὁ πληρωτής· μετὰ τῶν ἀσώτων ἡ σωτηρία· μετὰ τῶν καταδίκων ὁ ἀγοραστής· μετὰ τῶν ἀπεγνωσμένων ἡ ἐλπίς· μετὰ τῶν κάτω κειμένων ἡ ἀνάστασις· μετὰ τῶν ἀγνωμόνων ὁ ἐλεήμων· μετὰ τῶν δραπετῶν ὁ ἐλευθερωτής· μετὰ τῶν ὑπευθύνων ὁ ἀνεύθυνος. Μετὰ τῶν ἁμαρτωλῶν ὁ ἀναμάρτητος· πρὸς τοὺς ἀχαρίστους, ὁ ἀφθόνως πᾶσι χαριζόμενος.

Β΄. Ἴδες, ἀγαπητέ, τῆς ἑορτῆς τὸ μυστήριον; ἴδες τῆς παρούσης ἡμέρας τὰ θαύματα; Χθὲς ἡ Βηθανία ἑώρταζε, σήμερον πᾶσα ἡ Ἐκκλησία ἀπήλαυσε τῆς θεϊκῆς παρουσίας. Χθὲς ἄλλῳ τὸ ζῆν ἐχαρίσατο· σήμερον αὐτὸς ἐπὶ τὸν θάνατον ἔρχεται. Χθὲς ὁ τετραήμερος ἀνίστατο· σήμερον ὁ τριήμερος ἐφίσταται. Τετραήμερον ἀνέστησε Λάζαρον, ἵνα τῆς ἐκ τεσσάρων στοιχείων συγκειμένης ἡμῶν φύσεως, τὴν κοινὴν ἀνάστασιν προπιστώσηται. Ἀλλ’ ἐκεῖ μὲν ἡ Μάρθα περισπᾶται, τύπον τῆς νομικῆς λατρείας ἔχουσα· ἐνταῦθα δέ, Μαρία τοῖς ποσὶ τοῦ Δεσπότου προσκάθηται, τῆς Ἐκκλησίας τὸ πρὸς αὐτὸν φίλτρον καὶ προσεδρίαν ὑπογράφουσα. Καὶ ὁ πρὸ ἕξ ἡμερῶν τοῦ Πάσχα, διὰ τῶν πέντε τοῦ σώματος αἰσθήσεων, τὸν τετραήμερον Λάζαρον ἐν ταῖς δυσὶ τὸν ἕνα χαρισάμενος ἀδελφόν, ἐκείνου μὲν τὰ δεσμὰ ἐπιτρέπει λυθῆναι· αὐτὸς δὲ νῦν παραγίνεται δεσμευθῆναι. Καὶ παραγίνεται, οὐ σοβῶν, οὐδὲ θορυβῶν, οὐδὲ δυνάμεις, καὶ ἀρχάς, καὶ ἐξουσίας ἀοράτως δορυφορούσας περικείμενος· οὐκ ἐπί θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καθήμενος· οὐ πτέρυξί τισι, καὶ πυριμόρφοις τροχοῖς, καὶ πολυομμάτοις συγκαλυπτόμενος· οὐ σάλπιγξι, καὶ δυνάμεσι, καὶ τέρασι κατασιωπῶντα, ἀλλ’ ἐν ἀνθρωπείᾳ φύσει κρυπτόμενος. Φιλανθρωπίας γὰρ ἡ παρουσία, οὐκ ἐξουσίας [συγχωρήσεως], οὐ δικαιοκρισίας· συγκαταβάσεως, οὐ κολάσεως. Οὐκ ἐν τῇ τοῦ Πατρὸς δόξῃ, ἀλλ’ ἐν τῇ ταπεινώσει τῆς Μητρὸς ἐπιφαίνεται. Ἥν παρουσίαν πόρρωθεν ἡμῖν ὁ θαυμάσιος Ζαχαρίας διηγόρευσε, καὶ πρὸς εὐφροσύνην συγκαλούμενος τὴν κτίσιν εἰς πρόσωπον ὥσπερ τῆς Ἐκκλησίας τῇ Ἱερουσαλὴμ ἀνακέκραγε, λέγων· «Χαῖρε σφόδρα, θύγατερ, Σιών». Ταύτῃ τῇ φωνῇ καὶ Γαβριὴλ τῇ Παρθένῳ κέχρηται, λέγων· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ». Τοῦτο καὶ αὐτὸς ὁ Σωτὴρ ἐκ νεκρῶν ἀναστὰς ταῖς γυναιξὶ κέκραγε, λέγων· «Χαίρετε»· ἵνα μάθῃς, ὅτι διὰ τὴν πάλαι φωνήν, ἣν ἡ Εὔα ἤκουσε· τό, Ἐν λύπαις τέξῃ τέκνα· διὰ τοῦτο πρὸς τὰς γυναῖκας τό, Χαίρετε, ἀνεβόησε, καθὰ καὶ ὁ Ζαχαρίας ἐκήρυξε, λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυττε, θύγατερ Ἱερουσαλήμ. Τί τὸ κήρυγμα; Εἰπὲ προφανῶς, ὦ προφῆτα· Ἐπ’ ὄρους ὑψηλοῦ ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τὴν φωνήν σου. Τί λέγω τῇ Σιών; «Ἰδοὺ ὁ βασιλεὺς ἔρχεταί σοι πραΰς» (Ζαχ. 9,9). Πῶς; Εἶπες τὴν παρουσίαν, εἰπὲ καὶ τὸν τρόπον. Ἆρα ἐφ’ ἁρμάτων καὶ ὀχημάτων; ἆρα μετὰ δυνάμεως, καὶ στρατοπέδων, καὶ τῆς λοιπῆς τῶν βασιλέων φαντασίας; Οὐχί, φησίν. Ἀλλὰ πῶς; «Ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον νέον» (Ζαχ. 9,9). Τί λέγεις; Βασιλεὺς ποτέ ἐπὶ πῶλον ἀναγῆ καὶ ἄδοξον καθήμενος παραγίνεται; Ναί, φησίν. Οὐ γὰρ τὴν ἴσην ἔχων ἄλλοις ὑπεροψίαν ἔρχεται. Ἀλλὰ τί; Ἐν δούλου μορφῇ, ὡς νυμφίος, οὗτος πραΰς, καὶ ὡς ἀμνὸς ἥμερος καὶ ὡς σταγὼν ἡσυχῇ ἐπὶ πόκον, καὶ ὡς πρόβατον ἐπὶ σφαγήν, καὶ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὕτω παραγίνεται τὴν ἄλογον φορῶν τῶν ἀνθρώπων φύσιν, καὶ ἐν ἀλόγῳ καθήμενος, παιδεύων ἀνθρώπους μὴ ἐπαίρεσθαι· Καθαιρῶν δυνάστας ἀπὸ θρόνων, καὶ ὑψῶν ταπεινούς· πεινῶντας ἐμπιπλῶν ἀγαθῶν, καὶ πλουτούντας ἐξαποστέλλων κενούς· δώδεκά τινας, καὶ τούτους οἰκτροὺς συνεπομένους αὐτῷ φέρων, καὶ διὰ τούτων τὰ ἔθνη συγκαλούμενος. Οὗτός ἐστιν ὁ ἐκ τῆς ῥίζης Ἰεσαὶ βλαστήσας κλάδος, ᾧ προσυπαντῶντες σήμερον ἐπισείουσι, καὶ βαΐοις ὡς νικητῇ τοῦ θανάτου ἀνευφημοῦσι, καὶ λέγουσιν· «Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου». Τί γὰρ φησὶν ὁ εὐαγγελιστής;

Γ΄. Καὶ ἐγένετο ὅτε ἤγγισεν ὁ Ἰησοῦς εἰς Βηθφαγῆ καὶ εἰς Βηθανίαν, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ λέγων· «Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, καὶ εἰσερχόμενοι εἰς αὐτήν, εὑρήσετε ὄνον καὶ πῶλον νέον, ἐφ’ ᾧ οὐδεὶς ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετέ μοι· καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, Ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει». Εἶτα ἄγουσιν εἰς ἔργον τὸν τοῦ Λόγου λόγον, καὶ ἤγαγον τὴν ὄνον, καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ὁ Ἰησοῦς· τύπος μὲν οὖν ἡ κατέναντι κώμη τοῦ βίου τοῦ παρόντος· ἀντικρὺ γὰρ ἦν, καὶ οὐ πλησίον τοῦ Θεοῦ. Ὅτε οὖν ἤγγισε πλησίον ταύτης τῆς κώμης· ὅτε σαρκωθεὶς γέγονε Μεθ’ ἡμῶν ὁ Θεός, τότε λοιπὸν ἀποστέλλει τοὺς δύο μαθητάς· ἤγουν τὰς δύο Διαθήκας· ἀγαγέσθαι αὐτῷ τοὺς δύο λαούς· τὴν παλαιὰν ὄνον, καὶ γεγηρακυΐαν συναγωγήν· καὶ τὸν νέον πῶλον, καὶ τὸν ἀγύμναστον τῶν ἐθνῶν λαόν. Διὰ δὲ τοῦ κατέναντι εἰπεῖν, σημαίνει, ὅτι τὸν κατέναντι τῆς τρυφῆς τοῦ παραδείσου κατοικισθέντα, ἔπεμψε λῦσαι τοῦ ἐπιτιμίου, καὶ πρὸς οὐρανὸν καλέσασθαι· ὃν ἀνασωζόμενον λοιπὸν ὁρῶντες οἱ πάλαι προφῆται, ἀπόστολοι, καὶ ἱεροκήρυκες, τὸν ἐπὶ τὸ ἑκούσιον πάθος ἐν Σιών, ἐκ τοῦ ἄνωθεν ὄρους ἑαυτὸν ταπεινώσαντα, ἱεροπρεπῶς προσυπαντῶσι, καὶ τὰς θεολέκτους αὐτῶν φωνὰς ὡς ἐμψύχους οἱωνεί πως ἐλαιῶν κλάδους εὐφημικῶς ἀναμέλπουσιν· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Ὡσαννά ἐν τοῖς ὑψίστοις».

Δ΄. Τί λέγεις; Ἐπὶ πώλου οἰκτροῦ καθήμενον ὁρᾷς, καί, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, βοᾷς; Μορφὴν δούλου βλέπεις, καὶ ἐν ὀνόματι Κυρίου, Θεὸν Κύριον λέγεις; Ναί, φησίν· ἐπὶ πῶλον καθέζεται, καὶ τοῦ πατρικοῦ κόλπου οὐ χωρίζεται· ὑπὸ παίδων ὑμνεῖται, καὶ ἄνω ὑπὸ Σεραφὶμ θεολογεῖται· εἰς Ἱερουσαλὴμ εἰσέρχεται, ἀλλὰ τὴν ἄνω Ἱερουσαλὴμ οὐ κατέλιπε· καὶ ὁρᾷ τοῦτον ἅμα, καὶ ὑπαντᾷ, καὶ βοᾷ Ἰωάννης· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἵρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ ἄλλος· Ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἰδοὺ Κύριος, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς, δι’ οὗ ὀφθαλμοὶ τυφλῶν ἠνοίχθησαν σήμερον. Ὁ μὲν πρὸς ἀνατολὰς τῷ Δεσπότῃ βοᾷ· Ἰδοὺ ἄνθρωπος, Ἀνατολὴ ὄνομα αὐτῷ· καὶ ἄλλος πρὸς δύσιν διακελεύεται· ὁδοποιήσαστε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ· ὁ μὲν λέγει· Ἐξεγέρθητι, βορρᾶ· ὁ δὲ βοᾷ· Ἔρχου, νότε. Δαβὶδ δέ, περιεκτικώτατον καὶ σταυροφανώτατον, συγκαλεῖται τὸ κήρυγμα, ἀπὸ ἀνατολῶν, καὶ δυσμῶν, καὶ βορρᾶ, καὶ θαλάσσης. Ἱερεμίας ᾄδει, ὡς δακτύλῳ τινὶ τοῖς ἔθνεσι δεικνύων τὸν ἐρχόμενον, καὶ λέγων· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὁ μὲν πρὸς τὴν Ἱερουσαλὴμ λέγει· Τέρπου καί εὐφραίνου, θύγατερ Σιών· ὁ δὲ τοῖς παισὶν ἐπιτρέπει· Αἰνεῖτε, παῖδες, Κύριον. Οἱ παῖδες ἀποκρίνονται· Ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὁ ὑμνῳδὸς τούτων ἀκούσας, τῷ Δεσπότῃ βοᾷ· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ὁ Δεσπότης τοῖς λαοῖς ἐπιτρέπει· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με. Καλῶς ἠκολούθησαν τῇ φωνῇ τῆς Ἐλισάβετ οἱ παῖδες. Ἐκείνης γὰρ τῇ Παρθένῳ καὶ Θεοτόκῳ εἰπούσης· Εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου· αὐτοὶ τὸ ἐξ αὐτῆς γεννηθέντι λέγουσιν· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τί ἐστιν· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου; Ὁ ἐρχόμενος, πόθεν; ἐξ οὐρανοῦ ἤ ἐκ τῆς Παρθένου; ὁ ἐρχόμενος καὶ προερχόμενος· ποῦ; ἐπὶ τὸ πάθος. Ἐν ὀνόματι Κυρίου· τοῦ Πατρός δηλονότι, καθάπερ καὶ αὐτὸς ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ πρὸς τὸν Πατέρα μου ὑπάγω.

Ε΄. Ἴδες δόγμα θεολόγων ἐξ ἀπειρολόγων παίδων; Οἱ παῖδες τὸν Δεσπότην τῆς κτίσεως [ἐξ αὐτῆς τῆς φύσεως] ἐγνώρισαν· οἱ δὲ πατέρες αὐτῶν ἠγνωμόνησαν· οὗτοι ὡς Θεόν ὕμνησαν, καὶ ἐκεῖνοι ὡς ἐχθρὸν ἐσταύρωσαν. Οὗτοι, Ὡσαννά, ψάλλουσι· ἐκεῖνοι, Σταυρωθήτω, κράζουσιν. Ἡ νέα καὶ ἀδαὴς ἡλικία σοφίζεται, καὶ οἱ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν καὶ σκοτίζονται. Οἱ παῖδες τὰ ἑαυτῶν ἱμάτια ὑπέστρωσαν, καὶ οἱ πατέρες αὐτῶν, τὰ ἱμάτια αὐτοῦ διεμερίσαντο. Οὗτοι τοὺς ἑαυτῶν χιτῶνας ἐκδύονται, τὴν τῆς συναγωγῆς γύμνωσιν προμηνύοντες· ἅμα τε καὶ ἡμᾶς ἐκδύεσθαι τὸν παλαιὸν ἄνθρωπον, καὶ Χριστῷ ὑποταγῆναι ὑποδεικνύοντες· [ἐκεῖνοι περὶ τοῦ χιτῶνος αὐτοῦ ἔλαχον] οἱ παῖδες τὸν Χριστόν μετὰ βαΐων ὑποδέχονται· οἱ πατέρες πρὸς αὐτὸν μετὰ μαχαιρῶν καὶ ξύλων ἔρχονται. Οὗτοι εὐλογοῦσιν· ἐκεῖνοι βλασφημοῦσιν. Οὗτοι ὡς ἄρνες Ποιμένα ἐδέξαντο· ἐκεῖνοι ὡς λύκοι τὸν Ἀμνὸν ἐσφαγίασαν. Οἷον ἦν εἰκὸς ξένον καὶ παρὰ φύσιν τὸ θέαμα ἰδεῖν, νήπια θηλάζοντα ἐν ἀγκάλαις μητέρων γαλουχούμενα, τῇ μὲν μιᾷ χειρὶ τὸν μαζὸν τῆς ἑαυτῶν μητρὸς κατέχοντα· τῇ δὲ [δευτέρᾳ], τῷ ἐκ παρθένου μητρὸς τεχθέντι Θεῷ, τοὺς κλάδους τῶν βαΐων ἐπισείοντα, καὶ γάλα μητρικόν, καὶ δόγμα Δεσποτικὸν ἐκ τοῦ στόματος προχέοντα· καὶ πρὸ τῶν λόγων, τῷ Θεῷ Λόγῳ καρπὸν χειλέων προσαναφωνοῦντα, καί λέγοντα· «Ὡσαννά»· τοῦτ’ ἔστι, Σῶσον δὴ ἐν τοῖς ὑψίστοις.

ΣΤ΄. Τίς ὁ παιδεύσας, ὦ παῖδες; Τίς ὁ σοφίσας; Τίς ὁ πρὸ καιροῦ τοῦ λόγου, τὸν Λόγον μυσταγωγήσας; Καὶ παρέστω Ἰουδαῖος ὁ ἀχάριστος· παρέστω μοιχαλὶς ἡ συναγωγή. Εἰπέ, ὦ Ἰουδαῖε, οὐχὶ Χριστὸν ἡμῖν ἅπαντες οἱ προφῆται ἐρχόμενον ἐκήρυξαν; Ναί, φησίν· τὸ δὲ ἀμφιβαλλόμενον τοῦτό ἐστιν. Ἦλθεν, ἤ οὔπω; Οὔπω, φησί. Καλῶς. Ἴδωμεν οὖν τὸ τοῦ ἐρχομένου ἀξίωμα, καὶ τότε γνωσόμεθα, εἰ ἦλθεν, ἤ οὔπω. Θεὸν τὸν ἐρχόμενον λέγεις, ἤ ψιλὸν ἄνθρωπον; Ψιλὸν ἄνθρωπον, φησίν. Ὡς τὸν Δαβίδ, ἤ αὐτὸν τὸν Δαβίδ; Ὡς τὸν Δαβίδ. Ὦ σοφιστὰ τῆς κακίας, ὦ ἀσύνετε τῇ καρδίᾳ! Πῶς οὖν αὐτὸς ὁ Δαβίδ, Κύριον παρὰ Κυρίου τὸν ἐρχόμενον λέγει; Καθὼς ἀρτίως τῶν σῶν παίδων ἀνυμνούντων ἤκουσας· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· καὶ πάλιν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· καὶ πάλιν· Ἐβασίλευσεν ὁ Κύριος ἐπὶ τὰ ἔθνη· καί, Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσεν. Τίς δὲ οὗτος ὁ βασιλεύς; Ἠσαΐου ἄκουσον περὶ ὑμῶν βοῶντος· Καὶ θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι. Διατί, ὦ προφήτα; Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, Θαυμαστός, Σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, Ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Τί λέγεις, ὦ Ἰουδαῖε, ἰδοὺ σαφῶς Θεὸν τὸν ἐρχόμενον οἱ προφῆται προεκήρυξαν.

Ζ΄. Συναρπάζει τὸ ῥῆμα ὁ αἱρετικός· εἰσπηδᾷ θᾶττον ὁ Μανιχαῖος, καί φησιν· ἰδοὺ δὴ σαφῶς Θεὸν ὁμολογήσας τὸν ἐκ Παρθένου σαρκωθέντα, πῶς οὐχ ὁμολογεῖς αὐτὸν Θεὸν παθόντα καὶ σταυρωθέντα, εἰ ἄρα ἕνα καὶ τὸν αὐτὸν λέγεις τὸν γεννηθέντα, καὶ ταφέντα καὶ παθόντα; Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται! Ἀκούσατε, καὶ πείσθητε, καὶ αἰσχύνθητε. Ὁ ἐνούσιος Λόγος τοῦ Πατρός, ἑνωθεὶς τῇ ἐπὶ γῆς οὐσίᾳ τῆς μητρός, τὴν πάλαι κεχωσμένην ὑπὸ τῆς ἁμαρτίας εἰκόνα ἀνακαινίσαι βουλόμενος, γέγονεν ἄνθρωπος, τὸ ὑψηλὸν φυλάξας τῆς θεότητος ἐν τῷ ταπεινῷ τῆς ἀνθρωπότητος· οὐ μεταβαλὼν εἰς πάθος τὸ ἀπαθὲς τῆς θεότητος· οὐ μεταλαβὼν ἁμαρτίαν ἐκ τῆς ἁμαρτησάσης φύσεως, ἵνα μὴ τὸ ἡμῖν σωτήριον, γένηται αὐτῷ ἀτιμαστήριον· καὶ ἡ ἡμῶν ὕψωσις εὑρεθήσεται αὐτῷ ἔκπτωσις. Οὐ θεότητι πάσχων, κἄν ὁ Μανιχαῖος, καὶ Ἄρειος, καὶ Μαρκίων μαίνωνται. Ἐπεί, τίς ἦν χρεία σαρκώσεως; Οὐ ψιλῷ σώματι σταυρούμενος· κἂν ὁ Παῦλος ὁ Σαμωσατεὺς καταράσσηται, ἵνα ἡμεῖς ὡς αἷμα ἀνθρώπου πιστεύσωμεν. Ἐπικατάρατος γάρ, φησὶν ἡ Γραφή, πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, καὶ πᾶς ὃς ἔχει ἐλπίδα ἐπὶ ψιλὸν ἄνθρωπον. Ἄνθρωπος σῶσαι ἡμᾶς οὐκ ἴσχυεν· ἐπεὶ Μωϋσῆς ἄρα, ἤ τις ἐκ τῶν προφητῶν ὑπὲρ ἡμῶν ἀποθνήσκειν ἔμελλεν· ἀλλὰ πάντες ὑπὸ ἁμαρτίαν ἐτύγχανον· διὸ ἐδεήθημεν τοῦ Θεοῦ ἀναμαρτήτου σεσαρκωμένου, καὶ τὸν ὑπὲρ ἡμῶν θάνατον σαρκὶ καταδεχομένου. Διὰ τοῦτο ὁ ἄσαρκος σαρκοῦται, ἵνα ὅπερ ἔχει διὰ τῆς θεότητος ἀδύνατον, τοῦτο σχῇ δι’ ἀνθρωπότητος δυνατόν.

Η΄. Πάσχει, καὶ οὐ πάσχει· τὸ πρῶτον, οὐ τῷ Λόγῳ λόγισαι· τὸ δεύτερον, τῆς σαρκὸς τοῦ Λόγου μὴ νόμιζε· [ὅμως δὲ τὴν σάρκα τοῦ Λόγου μὴ χώριζε]. Οὐ γὰρ χωρίζω, ἀλλὰ γνωρίζω, τῆς ἑκατέρας οὐσίας τὸ ἴδιον. Συμμένοντα, ἀλλ’ οὐχὶ συμπαθόντα τὸν Λόγον λέγω· συγκρεμάμενον, ἀλλ’ οὐχ ἥλους εἰς ἰδίαν φύσιν δεξάμενον· συνθαπτόμενον, ἀλλ’ οὐ συνθανατούμενον· συγκλειόμενον, ἀλλ’ οὐ συμπεριγραφόμενον· ψυχὴν ἐκ σώματος χωριζομένην, ἀλλὰ τὸν Λόγον οὐδενὸς αὐτῶν ἀφιστάμενον. Ὅθεν ὁ μὲν ᾅδης ἐσκυλεύθη, τῆς ἐνθέου ψυχῆς ἐκεῖ κατελθούσης. Πορευθεὶς γὰρ ἐκήρυξε καὶ τοῖς ἐν ᾅδῃ πνεύμασιν· ἐν δὲ τῷ τάφῳ, διαφθορὰν οὐκ οἶδε τὸ ἅγιον σῶμα. Καὶ γὰρ ἦν ἀχώριστος ὁ Λόγος τῆς ἰδίας σαρκός, ἐν ἑκάστῳ καιρῷ, οὐδαμοῦ ψιλὸν ἢ ἔρημον ἀφῶν ταύτην, ἢ ἄθεον, ἢ ὡς ἑνὸς τῶν καθ’ ἡμᾶς τυγχάνουσαν σωμάτων. Ὅμως εἰ καὶ ἡνώθη καθ’ ὑπόστασιν τῷ Λόγῳ ἡ λογικὴ ἡμῶν φύσις, ἀλλ’ οὐκ ἰσώθη. Πῶς γὰρ ἰσωθήσεται τῷ προαιωνίῳ τὸ πρόσφατον; ἤ πῶς ὁμοιωθήσεται τῷ ἀνάρχῳ τὸ ἔναρχον; Διὸ καὶ ὁρᾷς αὐτὸν ἐπὶ πῶλον σήμερον· ἀλλ’ ὡς ἄνθρωπον· διπλοῦς γὰρ ἦν. Ἐπεί, καὶ ηὔξησε, καὶ ἐθήλασε, καὶ ἐδάκρυσε, καὶ ἠγωνίασε νόμῳ τῆς ἡμετέρας φύσεως. Οὐ γὰρ ἠρνήσατο τὰ τῆς φύσεως ἡμῶν ἀδιάβλητα πάθη σαρκωθεὶς ὁ Θεὸς Λόγος· ἐπεὶ ἄρα αὐτὴν πρὸ τούτων ἠρνήσατο. Οὐχ ὑπνοῖ ἐν τῷ πλοίῳ ὁ Θεὸς Λόγος· Οὐ νυστάξει γὰρ, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ· ἀλλ’ ὑπνοῖ ἡ σὰρξ ἡ ἡμετέρα, ἣν ἐνεδύσατο ὁ τοῦ Θεοῦ Λόγος. Οὐ πεινᾷ, οὐ κοπιᾷ ἐκ τῆς ὁδοιπορίας, ἡ θεία φύσις, ὡς Ἠσαΐας φησίν· Ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρός, οὐ πεινάσει, οὐδὲ κοπιάσει. Πῶς οὖν πεινᾶ; Σαρκὶ τῇ ἐξ ἡμῶν. Πῶς πᾶσχει; Σαρκὶ τῇ ἐξ ἡμῶν. Πῶς δακρύει; Σαρκὶ τῇ ἐξ ἡμῶν. Πῶς ἐθανατώθη; Σαρκί· ζωοποιεῖται δὲ πνεύματι. Πῶς γῆν σαλεύει; Θεότητι τῇ ἐκ Πατρός. Πῶς τὸν ᾅδην πατεῖ; Θεότητι, οὐκ ἐξ ἡμῶν. Πῶς φησιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν; Τῇ ἄνω πρὸ αἰώνων γεννήσει. Πῶς, ὁ Πατὴρ μείζων μού ἐστι; Τῇ κάτω, ἐκ Παρθένου γεννήσει. Πῶς, ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα; Τῇ ἀκτίστῳ τοῦ Λόγου φύσει. Πῶς, οὐ δύναμαι ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν; Τί οὖν; ἀδύνατος ὁ Λόγος παρὰ τὸν Πατέρα; ἄπαγε τῆς Ἀρειανικῆς φρενοβλαβείας! Τί τὸ λέγον· Δόξασόν με Πάτερ; Τὸ σῶμα τοῦ Λόγου. Τίς ὁ λέγων· Ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Ὁ ἐν τῷ σώματι Λόγος. Πῶς, Πατέρα μου, καὶ Πατέρα ὑμῶν; Πατὴρ μὲν ὁ Πατήρ, οὐ τῆς σαρκός, ἀλλὰ τοῦ ἐξ αὐτοῦ Θεοῦ Λόγου. Θεόν μου καὶ Θεὸν ὑμῶν; Θεός, οὐ τοῦ Λόγου· πῶς γὰρ ἔσται τοῦ ἴσου αὐτοῦ Θεοῦ Θεός; ἀλλὰ Θεὸς τῆς ἐν τῷ Λόγῳ μορφῆς τοῦ δούλου. Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι; Ὁ ἐν τῇ σαρκὶ Θεὸς Λόγος. Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Τῇ προσφάτῳ τοῦ Λόγου σαρκώσει. Οὐ γὰρ ἄλλος ἦν ὁ πρὸ ἑωσφόρου ἐκ Πατρὸς γεννηθείς, καὶ ἄλλος, ὁ ἐν Βηθλεὲμ ἐκ μητρὸς σαρκωθείς. Εἰ γὰρ καὶ Παῦλος ὁ Σαμωσατεὺς ταῦτα παραφρονεῖ, ἀλλ’ οὐ Παῦλος ὁ Ταρσεὺς ταῦτα νουθετεῖ. Ἀλλ’ ὅτε μὲν τὴν τοῦ Θεοῦ μορφὴν ἐν τῇ τοῦ δούλου μορφῇ σημαίνει, βοᾷ· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης· ὅτε δὲ πάλιν τῆς ἐν τῷ Λόγῳ ἑνωθείσης σαρκὸς τὴν διαφορὰν σημαίνει, λέγει· Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν· ἵνα ἀμφοτέρων τῶν ἐν τῷ σώματι μορφῶν ἀποδείξας τὴν διάγνωσιν, καὶ Μάνεντα τὸν φαντασιομάχον, καὶ Παῦλον τὸν ἀνθρωπολάτρην, Παῦλος ὁ ἀπόστολος καταβάλλῃ.

Θ΄. Σὺ δὲ τί λέγεις; Τί νομοθετεῖς; ὦ νέε Μανιχαῖε, καὶ καθαρὲ τῆς ἐκείνου μανίας ὑπέρμαχε; Οὐ δίδως τὸ ὀνομάζειν τὴν σάρκα φύσιν; ἀλλ’ «Ἐκεῖ δειλιᾷς φόβῳ οὗ οὐκ ἦν φόβος». Οὐδὲ τὸν Δεσπότην ᾔδεισθα λέγοντα ἐν τῷ καιρῷ τοῦ πάθους· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής; Εἰ πρόθυμος πῶς ἀσθενής; Ποία Χριστοῦ μορφή; Ποία σὰρξ ἀσθενής; Πάντως ἡ τοῦ ἀσθενήσαντος Ἀδάμ. Πῶς δὲ καὶ κλίνων τὰ γόνατα προσεύχεται; ἆρα ὁ Λόγος εὔχεται; Καὶ πῶς Θεὸς ὤν, Θεοῦ δέεται; Εἰ μὲν οὖν ἴσος τῷ Πατρί, ὥσπερ καὶ ἴσος· οὐ θεότητι εὔχεται, ἀλλ’ ὡς ἄνθρωπος. «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν»; ὁ ἐξουσίαν ἔχων, πῶς ἄλλου πρὸς βοήθειαν δέεται; ὁ λέγων· «Λύσατε τὸν ναὸν τοῦτον· ἤγουν τὴν ἑαυτοῦ σάρκα»· καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν»· πῶς, ὦ θεομάχε, τὸν ναὸν τὸν ἑαυτοῦ ἐγείρων, σὺν τῷ ναῷ λύεται; Εἰ γὰρ αὐτὸς λέλυται, ἀλλ’ οὐ πάντως τοῦ ἐγείροντος δέεται; Σὺ μὲν γὰρ φοβῆσαι, ὡς δοκεῖς, μὴ σῶμα Θεοῦ ἀκούων παθόν τι, ψιλῷ κτίσματι προσκυνήσῃς καὶ κοινωνήσῃς· ἐγὼ δὲ τοῦτο τρέμω, μὴ θεότητα παθοῦσαν καὶ θανοῦσαν εἴπω, καὶ τὸ πᾶν τῆς Τριάδος ἀτιμάσω μυστήριον. Εἰ μὲν γὰρ ὁ Λόγος ἔπαθεν, ὁ δὲ Πατὴρ ἀπαθοῦς ἐστι φύσεως, πάντως ἄλλη ἦν οὐσία τοῦ Λόγου, καὶ ἄλλη ἡ τοῦ Θεοῦ Πατρός. Καὶ τί λοιπὸν Ἀρειανοῖς μάχεσθαι διὰ τοῦτο; Εἰ δὲ μία οὐσία Πατρός, καὶ τοῦ Λόγου, καὶ τοῦ ἁγίου Πνεύματος, ἔπαθε δὲ ὁ τοῦ Θεοῦ Λόγος ἐν σαρκί, παθητῆς πάντως οὐσίας καὶ θνητῆς, καὶ ὁ Πατήρ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ γὰρ συνέπασχε τῇ σαρκὶ ὁ Λόγος, πάντως καὶ συντέθηκε. Καὶ εἰ συντέθνηκε, πῶς τὸν ᾅδην ἐσκύλευσε; Πῶς τοὺς νεκροὺς ἀνέστησεν; Εὑρεθήσεται δὲ καὶ θανὼν χωρισθεὶς πάντως τοῦ ζῶντος Πατρός. Καὶ εἰ τοῦτο, οὐκ ἔτι λοιπὸν Τριὰς ἐν οὐρανῷ κατὰ τὸν τοῦ πάθους καιρόν, ἀλλὰ δυάς, ἀναμένουσα τὸν Λόγον, ἵνα ἀπὸ τοῦ Πατρὸς ἀναστῇ, καὶ ἐν οὐρανῷ ἀνέλθῃ. Ὤ τῆς ἀθεμίτου τόλμης! Ποῖος ὄφις ψιθυρίσας ἠπάτησε τοὺς θεομάχους παθητὸν τὸν ἀπαθῆ ἀποφήνασθαι; Οἳ τὸν Κτίστην ποιοῦσι τῶν κτισμάτων ἀσθενέστερον. Οὐκ ἐντρέπῃ, ὦ αἰρετικέ, ἥλιον ἐν δένδρῳ τυγχάνοντα, καὶ τὸ μέν δένδρον τεμνόμενον, τὸν δὲ ἥλιον οὐδὲ χωριζόμενον, οὐδὲ συντεμνόμενον· τὸν δὲ τῆς δικαιοσύνης Ἥλιον παθητὸν λέγων ἐν τῷ ἰδίῳ σώματι γενόμενον; Οὐδὲ φονέα τινά ἢ κακοῦργον, ὦ κακοῦργε, ἑώρακας κεφαλὴν ἢ χεῖρας στερούμενον, τὴν δὲ ἀθάνατον ψυχὴν αὐτοῦ μὴ συναποθνήσκουσαν τῷ σώματι; εἶτα ἔλαβον οὗτοι καιρίαν τὴν πληγὴν ὑπὸ τοῦ Λόγου, καὶ πέπτωκεν ὁ θεομάχος· πάλιν ἀνέπνευσεν ὁ Χριστομάχος· πάλιν ἀναισχυντεῖ ὁ Ἰουδαῖος. Τί λέγων;

Ι΄. Ὅρα, φησίν, ὅτι οὐ Θεόν, ἀλλ’ ἄνθρωπον ἀπεκτείναμεν. Πρὸς ὃν εὐθέως καλὸν εἰπεῖν, «Σιώπα· πεφίμωσο»· λάβε κατόχιον ἐπὶ τῷ στόματι. «Ἔστω· νόμον ἠθέτησας· ἔστω, προφήτας ἀπέκτεινας»· οὐδὲ τὸν Δαβὶδ ἐρυθριᾷς περὶ τοῦ Χριστοῦ λέγοντα· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησέ με»; Ὁ Πατὴρ ἄνω. Καὶ πάλιν· «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε». Δύο ἔχει γεννήσεις ὁ εἷς καὶ μόνος Χριστός· μίαν ἐκ Πατρὸς ἀχρόνως, καὶ ἄλλην ἐκ μητρὸς ἀσπόρως· ὅταν οὖν λέγει· «Τὸν νῶτον μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα»· ταῦτα ἐκ τῆς Μαρίας τῆς ἐξ Ἰούδα ἔλαβε· καὶ ἅπερ ἐξ Ἰούδα ἔλαβε, ταῦτα Ἰουδαίοις ῥαπίζειν καὶ μαστίζειν δέδωκεν· ἃ δὲ ὡς Θεὸς κατὰ φύσιν ἔχει, «Οὐκ ὄψεται ἄνθρωπος ἐκεῖνα, καὶ ζήσεται». Ἀλλ’ ὁ Ἰουδαῖος πάλιν· πῶς οὖν ὁ προφήτης περί τοῦ Σταυρωθέντος λέγει· «Καὶ εἴδομεν αὐτὸν καὶ οὺκ εἶχεν εἶδος οὐδὲ κάλλος»; ἀλλ’ ὁρᾷς πάλιν, ὦ ἀγνώμων, ὅτι περὶ αὐτοῦ γέγραπται· «Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων». Εἰ δὲ λέγεις· Ποῖος Θεὸς δύναται εἶναι πρόσφατος; Κἀγώ σοι ἐρῶ· Ποίου ἀνθρώπου «πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα; Καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν; καὶ, καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡς ἡ σταγὼν ἡ στάζουσα ἐπὶ τῆς γῆς»; Πὰλιν δὲ ἴσως ἐρεῖς· Ποῖος Θεὸς τριάκοντα ἀργυρίων πιπράσκεται; Κἀγώ σοι ἐρῶ· Ποίου ἀνθρώπου αἷμα κόσμον ὅλον ἐξηγόρασε καὶ ἡγίασεν; Εἰ δὲ ἐκείνῳ προσκόπτεις, ὅτι ἐπὶ πώλου ὁρᾷς καθήμενον σήμερον, πῶς δὲ οὐ κἀκεῖνο λέγεις, ὅπερ οἱ παῖδες, ὦ ἀδίδακτε, ἀδιδάκτως ἔμαθον ἅμα καὶ ἔκραζον· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου»; Ὅτι δὲ Κύριος καὶ Θεὸς ὁ ἐπὶ πώλου ὡς ἄνθρωπος καθήμενος, παρέστω μοι ὁ σός, ἀλλ’ οὐ σὸς Δαβίδ, περὶ τῶν σῶν παίδων διερχόμενος, καὶ τὸν ὑπ’ αὐτῶν ἀνυμνούμενον· εἰπάτω τίς ἐστιν ὁ θεολογούμενος· [καὶ] οἷον καταντικρὺ τοῦ πώλου ἑστηκώς, καὶ οὑτωσὶ βοῶν· Σὺ ὁ ἐπὶ τοῦ ἄνω θρόνου, καὶ ἐπὶ τοῦ κάτω πώλου καθήμενος, «Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν». «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλύσαι ἐχθρὸν καὶ ἐκδικητήν», τὸν διάβολον. Σὺ ὁ ἐπὶ πώλου ὡς ἄνθρωπος, Θεὸς εἶ ἀληθινός· «Καὶ ὀψόμεθα τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου». Σὺ ὁ ἐπὶ πώλου, «σελήνην καὶ ἀστέρας ἐθεμελίωσας· σὺ ἠλάττωσας τὸν ἄνθρωπον βραχύ τι παρ’ ἀγγέλους», καὶ φορέσας τὸν ἄνθρωπον, ὕψωσας αὐτὸν ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ «δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν». Σὺ ὁ ὁρώμενος ἐπὶ πώλου, «ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». Καί, «ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου». «Σὺ ἠγάπησας δικαιοσύνην, καὶ μόνος ἐμίσησας ἀνομίαν. Διὰ τοῦτο ἔχρισέν σε ὁ Θεός, ὁ Θεός σου», ὅτι δούλου μορφὴν ἀνέλαβες. Ἔχρισέν σε, οὐκ ἐλαίου χρίσματι, ἀλλ’ ἁγίῳ Πνεύματι. Αὐτὸ γάρ ἐστι «τὸ ἔλαιον τῆς ἀγαλλιάσεως». Διὸ καὶ ἔλεγεν ἡ σὲ τεκοῦσα Παρθένος· «Ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου», ἡνίκα τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτὴν ἐπεσκίασε. Σὺ δέ μοι σκόπει ὁ πιστὸς ἀκροατής, πῶς ἡ παναγία Παρθένος Θεὸν τὸν Υἱὸν αὐτῆς προσηγόρευσε. Καί φησι· «Θεός μου», κατὰ τὴν θεϊκὴν αὐτοῦ οὐσίαν· «Υἱός μου», κατὰ τὴν ἑαυτῷ ὑποστᾶσαν ἐξ ἐμοῦ οὐσίαν. Οὐ γὰρ ἔτεκον τῷ κόσμῳ ψιλὸν ἄνθρωπον, ἀλλὰ Θεὸν σεσαρκωμένον. Καὶ μάρτυς ἀξιόπιστος, ἡ σφραγὶς τῆς παρθενίας μου. Μὴ ἀτιμάσῃς, ὦ ἄνθρωπε, ὅπερ ἐξ ἐμοῦ ἔλαβεν ὁ Θεὸς περιβόλαιον, ἵνα μὴ τὸν περιβαλλόμενον καθυβρίσῃς· μὴ ὑβρίσῃς τὴν σκηνήν, ὅτι ὄντως ἄνευ χειρὸς συνεῤῥάφη τῷ σκηνώσαντι. Μὴ μερίσῃς τὸ φῶς ἐκ τῆς σαρκικῆς μου λαμπάδος, ἵνα μὴ σβέσῃ κακῶς τὸν τῷ κόσμῳ λάμψαντα ἥλιον, καὶ γενόμενον χωρὶς ἀνθρώπου ἄνθρωπον. Οὐ γὰρ ἐπέγνων ἄνθρωπον, εἰ καὶ ἔγνων Θεὸν ἐν ἐμοὶ γενόμενον ἄνθρωπον.

ΙΑ΄. Ἔχεις, ὦ πιστότατον καὶ ἱερώτατον Χριστοῦ ποίμνιον, τὰ τῆς ἑορτῆς ἐγκώμια· σκίρτησον. Ἔχεις τὰ θεῖα καὶ ἄμωμα τῆς Ἐκκλησίας διδάγματα· τρύφησον. Ἔχεις τὰ ὅπλα τὰ πνευματικά· κατὰ τῶν λύκων τῆς ποίμνης πολέμησον· παίδευσον μὴ βλασφημεῖν· δίδαξον ὑπὲρ ἀληθείας ἀγωνίσασθαι· ἀπόδειξον ὅτι καθαρὰ ἀπὸ πάντων τῶν ζιζανίων τῆς ἡμῶν καὶ Χριστοῦ Ἐκκλησίας ἡ ἄρουρα. Εἰ μὲν οἷόν τε Λάζαρός τις εἶ, σειραῖς πταισμάτων ἤ ἐναντίων δογμάτων δεσμούμενος, σήμερον ὑπὸ τοῦ Λόγου ἄκουσον φωνοῦντός σου· «Δεῦρο ἔξω», καὶ λύθητι, καὶ ἀνάστηθι. Εἰ δὲ μαθητής τις εἶ, καὶ τῶν πρὸς διδασκαλίαν ἐπιτήδειος, ἀποστάλθητι, καὶ λύσας ἄγαγε Χριστῷ πῶλον καὶ πώλους, καὶ πολλοὺς τοὺς ἐν πλάνῃ προσδεδεμένους, καὶ εἰς τὴν κατέναντι πίστιν, καὶ κώμην ἀντικειμένους. Κἄν τινες ἀντιλέγουσι, καὶ τὴν λύσιν τῶν πεπαιδημένων κακῶς ἐμποδίζειν δοκιμάζουσι, φάσκοντες· «Τί λύεις τὸν πῶλον»; Καθὰ καὶ τοῖς τυφλοῖς ἐπετίμων μὴ κράζειν· εἰπὲ καὶ σύ, «Ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει». «Κύριος γὰρ λύει πεπεδημένους· Κύριος σοφοῖ τυφλούς», καθὼς σήμερον τοῦ Εὐαγγελίου ἤκουσας. Ἐπειδὴ γὰρ τὸν τῆς δικαιοσύνης Ἥλιον ἐπιδημήσαντα ἔγνωκαν, εἰκότος πρὸς αὐτὸν ἔκραζον· «Ἐλέησον ἡμᾶς, Κύριε, υἱὲ Δαβίδ». Ὤ ξένων καὶ παραδόξων θαυμάτων! Οἱ τυφλοὶ ἀναβλέπουσι, καὶ οἱ βλέποντες Ἰουδαῖοι τυφλώττουσιν. Οὗτοι Κύριον ὁμολογοῦσι, κἀκεῖνοι· «τίς ἐστιν οὗτος»; ἐπερωτῶσι. Φησὶ γὰρ ὁ εὐαγγελιστής· «Οἱ δὲ ὄχλοι οἱ προάγοντες, καὶ οἱ ἀκολουθοῦντες, ἔκραζον, Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱερουσαλήμ, ἐσείσθη πᾶσα ἡ πόλις, λέγουσα· Τίς ἐστιν οὗτος»; ἴδες τὸ ξένον τοῦ βασιλέως μυστήριον; ἐπὶ πώλου καθήμενος σείει τὴν πόλιν, καὶ ἐν σταυρῷ καθηλούμενος σείει τὴν οἰκουμένην· ἵνα σὺ μάθῃς ὅτι τὴν πολύθεον τῶν εἰδώλων πλάνην σεῖσαι καὶ καταλῦσαι ἐλήλυθεν.

ΙΒ΄. Ὅρα δέ μοι τοῦ κατ’ αὐτὸν τῆς οἰκονομίας μυστηρίου τὸ ἄγνωστον. Ἐν τῷ ᾅδῃ σείοντος αὐτοῦ τὸ ἐκεῖ δεσμωτήριον, ὡς ἔκραζον αἱ ἄνω Δυνάμεις πρὸς τὰς κάτω δυνάμεις· «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν», ἵνα εἰσέλθῃ ὁ λέγων· «Εἰμὶ ἐγὼ ἡ θύρα»· ἐκπληττόμεναι αἱ ἐναντίαι δυνάμεις ἀντεφθέγγοντο· «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης»; Εἰς τὴν ἐπὶ γῆς Ἱερουσαλὴμ ξενιζόμενοι πύθονται· «Τίς ἐστιν οὗτος [ὁ βασιλεὺς τῆς δόξης;]» εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνερχομένου αὐτοῦ, ὁρῶντες αὐτὸν μετὰ σώματος, αἱ οὐδέποτε ἰδόντες αὐτόν, διὰ τὸ ἀσώματον, νοεραὶ δυνάμεις, θαυμάζουσαι τοῦ ξένου τρόπου τὴν ἄνοδον, διηπόρουν πρὸς ἀλλήλας, λέγουσαι· «Τίς ἐστιν οὗτος παραγενόμενος» ἐν τοῖς ἀσωμάτοις χωρίοις ἐνσώματος; Θαυμάσαι δὲ ἄξιον, πῶς πύθονται, Τίς ἐστιν οὗτος ὁ παραγενόμενος, αἱ βασιλικαὶ δυνάμεις, αἱ ἐν τῇ κάτω γεννήσει αὐτοῦ, βοήσασαι ἅμα καὶ ὑμνήσασαι· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία»· αἷς γε καλῶς ἐμαθήτευσαν τῶν Ἑβραίων οἱ θεολόγοι παῖδες σήμερον λέγοντες· «Ὡσαννά, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ, καὶ δόξα ἐν ὑψίστοις». Οὕτως γὰρ ὁ Λουκᾶς εἴρηκε. Καὶ ἦν ἐν Σιὼν ἰδέσθαι ὥσπερ ἀντιφθεγγόμενα καὶ ἀντασπαζόμενα ἄλληλα τὰ οὐράνια καὶ τὰ ἐπίγεια. Οἱ ἄνω λέγουσι· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη»· οἱ κάτω ἀποκρίνονται· «Εἰρήνη ἐν οὐρανῷ, καὶ δόξα ἐν ὑψίστοις». Οἱ ἄγγελοι, «Ἐπὶ γῆς εἰρήνη», εἰρήκασιν· οἱ ἄνθρωποι, «Εἰρήνη ἐν οὐρανῷ», κεκράγασι. Διατί; ἐπειδὴ ἐπέστη ὁ πᾶσι βοῶν· «Εἰρήνη ὑμῖν»· περὶ οὗ ὁ προφήτης ηὔχετο, λέγων· «Κύριε ὁ Θεὸς ἡμῶν», εἰρήνην δὸς ἡμῖν· τοῦτ’ ἔστι, τὸν Υἱόν σου τὸν μονογενῆ ἀπόστειλον, ἵνα δι’ αὐτοῦ καταλλαγῆς πρὸς ἡμᾶς, ὁρῶν τὴν ἡμετέραν φύσιν ἑνωθεῖσαν σοι δι’ αὐτοῦ· ἥνπερ εἰρήνην ὁρῶντες οἱ τῶν ἄνω χοροί, ἐβόων· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη»· ἤγουν Θεοῦ πρὸς ἐχθροὺς τελεία καταλλαγή, ἣν καὶ οἱ παῖδες μαθόντες ἔκραζον· «Ὡσαννά· Εἰρήνη ἐν οὐρανῷ, καὶ δόξα ἐν ὑψίστοις». Γεγόνασι γὰρ τά ποτε ἐχθρά, νῦν ἀδελφά· μίαν τὰ οὐράνια, καὶ τὰ ἐπίγεια Χριστῷ τῷ οὐρανίῳ καὶ ἐπιγείῳ θεολογίαν προσάγοντα, καὶ προσκύνησιν. Ὅθεν θεολογίαν προσάγειν οἱ ἄνω τοῖς κάτω διακελεύονται· «Προσκυνησάτωσαν αὐτῷ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν»· οἱ κάτω τοῖς ἄνω ἀντιφθέγγονται· «Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ». Ὁ Δαβὶδ τοῖς ἀμφοτέροις βοᾷ· «Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ». Οἱ παῖδες ἀπεκρίνοντο· «Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου».

ΙΓ΄. Μεθ’ ὧν καὶ ἡμεῖς ἀνυμνήσωμεν, καὶ ἑορτάσωμεν σήμερον· μὴ πανηγυρικῶς, ἀλλὰ θεϊκῶς· μὴ μόνον τῇ χειρί, ἀλλὰ καὶ τῇ ψυχῇ, βάϊα κατέχοντες· καὶ ταύτην ὑπὲρ χιόνα λευκάναντες, πᾶσαν ἐξ αὐτῆς τοῦ παλαιοῦ καὶ δερματίνου χιτῶνος τὴν νέκρωσιν ἀποδυσώμεθα, πάντα τύφον καὶ ἔπαρσιν ἀπορρίψαντες. Διὰ τοῦτο γὰρ ὁ βασιλεὺς τῶν ἀσωμάτων, οὐκ ἐφ’ ἁρμάτων καὶ στρατευμάτων παραγίνεται· ἀλλ’ ἐπὶ πώλου οἰκτροῦ καὶ μικροῦ καθήμενος ἔρχεται, σὲ παιδεύων μὴ ἐφ’ ἵππων καὶ ἡμιόνων, «οἷς οὐκ ἔστι σύνεσις», ἐπαίρεσθαι. Διὸ καὶ ἡμεῖς συμμετριάσωμεν Χριστῷ, ἵνα καὶ συνέλθωμεν· μετὰ ἀγγέλων ὑμνήσωμεν· μετὰ τῶν παίδων δοξάσωμεν· μετὰ τοῦ ὄχλου τὰ τοῦ ὄχλου βοήσωμεν· μετὰ Βηθανίας σκιρτήσωμεν· μετὰ Λαζάρου τῶν νεκρῶν ἔργων ἀναστῶμεν· μετὰ τῶν ἐν Σιὼν χορεύσωμεν· μετὰ τῶν ἀναβλεψάντων τυφλῶν κράξωμεν· μετὰ νηπίων καὶ γερόντων αἰνέσωμεν· μετὰ μαθητῶν κηρύξωμεν· ἐλαιῶν κλάδους δι’ ἐλεημοσύνης ἐν τῇ τοῦ βίου ὁδῷ καλῶς ὑποστρώσωμεν· κατὰ τοὺς παῖδας περικόψωμεν τῆς πολυΰλου ἡμῶν ὑπάρξεως τὸν ὄγκον· καὶ ἐλεημοσύνῃ ἑαυτοὺς ὑποστρώσωμεν ἐν τῇ ὁδῷ τῇ λεγούσῃ· «Ἐγώ εἰμι ἡ ὁδός»· ὅπως καὶ ἡμεῖς δι’ αὐτῆς εὕρωμεν ἔλεος παρ’ αὐτῆς, καὶ σὺν αὐτῇ εἰς τὴν ἄνω Ἱερουσαλήμ. Εἰς τὸ ἱερὸν τὸ μέγα συνεισέλθωμεν, καὶ οἱ προάγοντες, καὶ οἱ ἀκολουθοῦντες· οἱ προάγοντες μέν, οἱ ἐν τῇ τρίτῃ ὥρᾳ, καὶ οἱ ἀκολουθοῦντες, οἱ περὶ τὴν ἑνδεκάτην· καὶ οἱ προάγοντες διὰ πράξεων, καὶ οἱ ἀκολουθοῦντες διὰ προθέσεως, ἅπαντες [σὺν] Χριστῷ, οἱ αὐτοὶ συνακολουθοῦντες, καὶ ἀκολουθήσαντες συμβασιλεύοντες αὐτῷ, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύοντες, δόξαν καὶ μεγαλοσύνην ἀναπέμψωμεν, ἅμα τῷ Πατρί, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Θα χαρούμε να ακούσουμε τις σκέψεις σας

Αφήστε ένα σχόλιο

Το Ρωμαίικο
Logo

Ραδιόφωνο του Ρωμαίικου