
- Ἡ τοῦ Κυρίου ἀνάστασις τῆς ἀνθρωπίνης φύσεώς ἐστιν ἀνανέωσις καὶ τοῦ πρώτου διὰ τὴν ἁμαρτίαν θανάτῳ καταποθέντος Ἀδὰμ καὶ διὰ θανάτου πρὸς γῆν ὅθεν ἐπλάσθη παλινδρομήσαντος ἀναζώωσις καὶ ἀνάπλασις καὶ πρὸς ζωὴν ἀθάνατον ἐπανέλευσις. Ὥσπερ οὖν ἐκεῖνον τὴν ἀρχὴν πλαττόμενον καὶ ζωούμενον εἶδεν οὐδεὶς ἀνθρώπων, οὔπω γὰρ ἐν ἐκείνῃ τῇ ὥρᾳ τῶν ἀνθρώπων τις ἦν, μετὰ δὲ τὸ λαβεῖν πνοὴν ζώσης δι’ ἐμφυσήματος θείου πρώτη τῶν ἄλλων εἶδε γυνή, πρώτη γὰρ Εὔα μετ΄ ἐκεῖνον ἦν ἐν ἀνθρώποις, οὕτω καὶ τὸν δεύτερον Ἀδάμ, ὅς ἐστιν ὁ Κύριος, ἀνιστάμενον ἐκ νεκρῶν εἶδεν οὐδεὶς ἀνθρώπων, παρῆν γὰρ οὐδεὶς τῶν οἰκείων, οἵ τε τὸ μνῆμα φυλάσσοντες στρατιῶται τῷ φόβῳ σεισθέντες ὡσεὶ νεκροὶ γεγόνασι, μετὰ δὲ τὸ ἀναστῆναι πρώτη τῶν ἄλλων εἶδε γυνή, καθάπερ ἠκούσαμεν εὐαγγελιζομένου τοῦ Μάρκου σήμερον· «ἀναστάς,» γάρ, φησίν, «ὁ Ἰησοῦς πρωΐ πρώτη σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ».
- Δοκεῖ μὲν οὖν σαφῶς εἰπεῖν ὁ εὐαγγελιστὴς καὶ τὴν ὥρα καθ’ ἣν ἀνέστη ὁ Κύριος, ὅτι πρωΐ, καὶ ὅτι πρῶτον ὤφθη τῆς ἀναστάσεως. Οὐχ οὕτω δέ φησιν, ὡς δῆλον ἔσται μικρὸν ἐπιστήσασι· μικρὸν γὰρ ἀνωτέρω καὶ οὗτος τοῖς ἄλλοις εὐαγγελισταῖς ὁμολόγως ἐλθεῖν φησι τὴν Μαρίαν ταύτην μετὰ καὶ τῶν ἄλλων Μυροφόρων ἐπὶ τὸν τάφον καὶ πρότερον, καὶ καινὸν αὐτὸν ἰδεῖν καὶ ἀπελθεῖν· ὥστε πολλῷ πρότερον τῆς πρωΐας, καθ’ ἣν αὐτὸν εἶδεν, ἀνέστη ὁ Κύριος. Ἐπισημαινόμενος δὲ καὶ τὸν καιρὸν ἐκεῖνον, οὐχ ἁπλῶς εἶπε πρωΐ, καθάπερ ἐνταῦθα, ἀλλὰ λίαν πρωΐ· οὐκοῦν καὶ ἀνατολὴ ἡλίου ἐκεῖ τὴν ἐπὶ τοῦ ὁρίζοντός φησι προστρέχουσαν ἀμυδρὰν φαῦσιν, ἣν καὶ ὁ Ἰωάννης δηλῶν, ἐλθεῖν, φησί, τὴν Μαγδαληνὴν Μαρία πρωΐ, σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον καὶ ἰδεῖν τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
- Οὐκ ἦλθε δὲ τότε πρὸς τὸ μνῆμα μόνον αὓτη, κατὰ τὸν Ἰωάννην, ἀλλὰ καὶ ἀπῆλθε τοῦ μνήματος, μήπω τὸν Κύριον ἰδοῦσα· τρέχει γὰρ καὶ ἔρχεται πρὸς τὸν Πέτρον καὶ Ἰωάννην, καὶ ἀπαγγέλλει οὐχ ὅτι ἀνέστη ὁ Κύριος, ἀλλ’ ὅτι ἤρθη ἀπὸ τοῦ τάφου, ὥστε τὴν ἀνάστασιν οὔπω ᾒδει· λείπεται δὴ τῇ Μαρίᾳ οὐχ ἁπλῶς πρώτῃ τὸν Κύριον ἐπιφανῆναι, ἀλλὰ μετὰ τὴν ἀκραιφνῆ τῆς ἡμέρας ὥραν. Ἔστι δή τε συνεσκιασμένως παρὰ τῶν εὐαγγελιστῶν ἀπαγγελόμενον, ὅπερ ἀνακαλύψω πρὸς τὴν ὑμετέραν ἀγάπην. Τὸ γὰρ τῆς τοῦ Κυρίου ἀναστάσεως εὐαγγέλιον πρώτη πάντων ἀνθρώπων, καθάπερ καὶ προσῆκον ὑπῆρχε καὶ δίκαιον, ἡ Θεοτόκος παρὰ τοῦ Κυρίου ἐδέξατο καὶ αὕτη τοῦτον ἀναστάντα πρὸ πάντων εἶδεν καὶ τῆς αὐτοῦ θείας ὁμιλίας ἀπήλαυσε, καὶ οὐκ εἶδεν ὀφθαλμοῖς μόνον αὐτὸν καὶ αὐτήκοος αὐτοῦ γέγονεν, ἀλλὰ καὶ χερσὶν ἥψατο πρώτη καὶ μόνη τῶν ἀχράντων ἐκείνου ποδῶν, κἂν οἱ εὐαγγελισταὶ ταῦτα πάντα φανερῶς οὐ λέγουσι, μὴ θέλοντες την Μητέρα προφέρειν εἰς μαρτυρίαν, ἵνα μὴ τοῖς ἀπίστοις ὑποψίας ἀφορμὴν δῶσιν. Ἐπεὶ δὲ νῦν ἡμῖν χάριτι τοῦ ἀναστάντος πρὸς πιστοὺς ὁ λόγος καὶ ἡ τῆς ἑορτῆς ὑπόθεσις τὰ τῶν Μυροφόρων ἐπείγει διευκρινεῖν, λόγον διδόντος τοῦ εἰπόντος «οὐδὲν κρυπτὸν ὅ οὐ φανερὸν γενήσεται», καὶ τοῦτο φανερωθήσεται.
- Μυροφόροι τοίνυν εἰσὶν αἱ συνακολουθοῦσαι μετὰ τῆς τοῦ Κυρίου Μητρὸς καὶ τῷ καιρῷ τοῦ σωτηρίου πάθους συμπαραμείνασαι καὶ τὸ τοῦ Κυρίου σῶμα μυρίσαι σπουδάσασαι. Τοῦ γὰρ Ἰωσὴφ καὶ τοῦ Νικοδήμου αἰτησάντων καὶ λαβόντων παρὰ τοῦ Πιλάτου τὸ δεσποτικὸν σῶμα καὶ καθελόντων ἀπὸ τοῦ σταυροῦ καὶ περισχόντων σινδόσι σὺν ἀρώμασι κολλωδεστάτοις καί λαξευτῷ μνημείῳ ἐνθέντων καὶ λίθον ἐπιθέντων μέγαν ἐπὶ τῇ θύρᾳ τοῦ μνημείου, θεωροῦσαι κατὰ τὸν εὐαγγελιστὴν Μᾶρκον παρῆσαν Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου, διὰ τοῦ εἰπεῖν, καὶ ἡ ἄλλη Μαρία, τὴν Θεομήτορα πάντως ὑποφαίνων· καὶ Ἰακώβου γὰρ καὶ Ἰωσῆ αὓτη ἐκαλεῖτο μήτηρ, ὡς ἐξ Ἰωσὴφ τοῦ Μνήστορος ἐκείνων ὄντων· «κατακολουθήσασαι δὲ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ· ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς».
- Ὑποστρέψασαι δέ, φησίν, ἠγόρασαν ἀρώματα καὶ μύρα· οὔπω γὰρ ἔγνωσαν ἀκριβῶς, ὅτι αὐτός ἐστιν ἀληθῶς ἡ ὀσμὴ τῆς ζωῆς, τοῖς αὐτῷ προσιοῦσι πιστῶς, ὥσπερ ὀσμὴ θανάτου τοῖς ἀπειθοῦσιν εἰς τέλος καὶ ὀσμὴ ἱματίων αὐτοῦ, τουτέστιν αὐτοῦ τοῦ σώματος, ὑπὲρ πάντα τὰ ἀρώματα καὶ μύρον ἐκκενωθὲν ὄνομα αὐτῷ, δι’ οὗ καὶ τὴν οἰκουμένην θείας εὐωδίας ἐνέπλησεν, ἀλλ’ ἑτοιμάζουσι μύρα τε καὶ ἀρώματα, τοῦτο μὲν εἰς τιμὴν τοῦ κειμένου, τοῦτο δὲ καὶ παραμυθίαν πρὸς δυσωδίαν μυδῶντος τοῦ σώματος διὰ τῆς ἀλοιφῆς τούτων τοῖς βουλομένοις προσεδρεύειν ἐπινοῦσαι.
- Ἐτοιμάσασαι τοίνυν τὰ μύρα καὶ τὰ ἀρώματα, τὸ μὲν Σάββατον ἠσύχασαν κατὰ τὴν ἐντολήν· οὔπω γὰρ τὰ ἀληθινὰ σάββατα συνῆκαν, οὐδ’ ἐκεῖνο τὸ ὑπερευλογημένον σάββατον ἐπέγνωσαν, τὸ μετάγον ἡμῶν τὴν φύσιν ἀπὸ τῶν τοῦ Ἅδου κευθμώνων ἐπὶ τὸ παμφαὲς καὶ θεῖον καὶ οὐράνιον ὕψος· «τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος», ὡς ὁ Λουκᾶς φησιν, «ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα», ὁ δὲ Ματθαῖος «ὀψὲ σαββάτων», φησί, «τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων» καὶ δύο εἶναι τὰς προσελθούσας, ὁ δὲ Ἰωάννης «πρωΐ σκοτίας ἔτι οὔσης» καὶ μίαν εἶναι τὴν Μαγδαληνὴν Μαρίαν τὴν προσελθοῦσαν, ὁ δὲ Μᾶρκος «λίαν πρωΐ τῆς μιᾶς σαββάτων» καὶ τρεῖς εἶναι τὰς προσελθούσας. Μίαν μὲν οὖν σαββάτων οἱ εὐαγγελισταὶ πάντες τὴν Κυριακήν φασιν· ὀψὲ δὲ σαββάτων καὶ ὄρθρον βαθὺν καὶ πρωΐ λίαν καὶ πρωΐ σκοτίας ἔτι οὔσης, τὸν περὶ τὸν ὄρθρον σύμμικτον φωτός τε καὶ σκότους χρόνον· οὗτος δέ ἐστιν ἀφοῦ τὸ τοῦ ὁρίζοντος ἑῷον αὐγάζεσθαι ἄρξεται, τὴν ἡμέραν προκαταγγέλων. Ἴδοι δ’ ἄν τις ἐξ ἀπόπτου πρὸς τοῦτο βλέπων ἀρχόμενον μεταχρώννυσθαι φωτὶ περίπου τὴν ἐνάτην τῆς νυκτὸς ὥραν, ὡς εἶναι τὰς ὑπολοίπους μέχρις ἡμέρας ἀκραιφνοῦς ὥρας τρεῖς.
- Δοκοῦσι δὲ πως οἱ εὐαγγελισταὶ διαφωνεῖν ἐπί τε τοῦ καιροῦ τούτου καὶ τοῦ τῶν γυναικῶν ἀριθμοῦ, ἐπειδή περ, ὡς ἔφην, αἱ Μυροφόροι πολλαί τε ἦσαν καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρίς, ἦλθον ἐπὶ τὸν τάφον, συναλλήλαις μέν, οὐχὶ ταῖς αὐταῖς δέ, καὶ κατὰ τὸν ὄρθρον μὲν πᾶσαι, οὐ τὸν αὐτὸν δὲ χρόνον ἐπ’ ἀκριβείας, ἡ δὲ Μαγδαληνὴ καὶ μονωθεῖσα τῶν ἄλλων πάλιν ἦλθε καὶ παρέμεινεν ἐπὶ πλέον. Ἕκαστος οὖν τῶν εὐαγγελιστῶν, μίαν ἒστιν ὧν προσέλευσιν εἰπών, τὰς ἄλλας παρῆκεν. Ὡς δὲ ἐγὼ συμβάλλω τε καὶ συνάγω παρὰ τῶν εὐαγγελιστῶν ἁπάντων, καθὰ καὶ τοῦτο προεῖπον, πρώτη πάντων ἡ Θεοτόκος ἦλθεν ἐπὶ τὸν τοῦ Υἱοῦ καὶ Θεοῦ τάφον, τὴν Μαγδαληνὴν Μαρίαν ἐπάγομεν. Καὶ τοῦτο μάλιστα διδάσκομαι παρὰ τοῦ εὐαγγελιστοῦ Ματθαίου. «Ἦλθε» γάρ, φησίν, «ἡ Μαγδαληνὴ Μαρία καὶ ἡ ἄλλη Μαρία, ἥτις ἦν πάντως ἡ Θεομήτωρ, θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου καὶ ἐκάθητο ἐπάνω αὐτοῦ· ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί».
- Πᾶσαι οὖν αἱ ἄλλαι γυναῖκες μετὰ τὸν σεισμὸν ἦλθον καὶ τῶν φυλάκων τὴν φυγήν, καὶ τὸν τάφον ἀνεῳγμένον εὗρον καὶ τὸν λίθον ἀποκεκυλισμένον· ἡ δὲ Παρθενομήτωρ παρῆν τοῦ σεισμοῦ γινομένου, καὶ ἀποκεκυλισμένου τοῦ λίθου καὶ τοῦ τάφου ἀνοιγομένου καὶ τῶν τηρούντων παρόντων, εἰ καὶ κατασεσεισμένων τῷ φόβῳ· διὸ καὶ μετὰ τὸν σεισμὸν ἀνασφήλαντες πρὸς φυγὴν εὐθὺς ἔβλεψαν, ἡ δὲ Θεομήτωρ ἀδεέστερον ἐνετρύφα τῇ θέᾳ. Ἐμοὶ δὲ δοκεῖ καὶ δι’ αὐτὴν πρώτην τὸν ζωηφόρον ἐκεῖνον ἀνοιγῆναι τάφον (δι’ αὐτὴν γὰρ πρώτην καὶ δι’ αὐτῆς πάντα ἡμῖν ἀνέῳκται, ὅσα ἐπὶ τοῦ οὐρανοῦ ἄνω καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω) καὶ δι’ αὐτὴν τὸν ἄγγελον οὕτως ἀστράπτειν, ὡς καὶ τῆς ὥρας ἔτι σκότῳ κατεχομένης ὑπὸ δαψιλεῖ ταύτην τῷ τοῦ ἀγγέλου φωτὶ μὴ τὸν τάφον ἰδεῖν κενὸν μόνον, ἀλλὰ καὶ τὰ ἐντάφια κατὰ κόσμον τε κείμενα καὶ πολυειδῶς μαρτυροῦντα τῷ ἐνταφιασθέντι τὴν ἔγερσιν.
- Ἦν δὲ ἄρα καὶ ὁ εὐαγγελιστὴς ἄγγελος αὐτὸς ἐκεῖνος ὁ Γαβριήλ. Ὡς γὰρ εἶδε ταύτην οὗτος ἐπειγομένην ἐπὶ τὸν τάφον, ὁ τὴν ἀρχὴν πρὸς αὐτὴν εἰπών, «μὴ φοβοῦ Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ», σπεύδει καὶ νῦν καὶ καταβαίνει τὸ αὐτὸ πάλιν τῇ ἀειπαρθένῳ προσφθέγξασθαι καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ ἐξ αὐτῆς γεννηθέντος ἀσπόρως εὐαγγελίσασθαι καὶ τὸν λίθον ἆραι καὶ ὑποδεῖξαι κενὸν τόν τε τάφον καὶ τὰ ἐντάφια καὶ οὕτω πιστώσασθαι ταύτῃ τὸ εὐαγγέλιον. «Ἀποκριθεὶς» γάρ, φησίν, «ὁ ἄγγελος εἶπε ταῖς γυναιξί· μὴ φοβεῖσθε ὑμεῖς, Ἰησοῦν ζητεῖτε τὸν ἐσταυρωμένον; Ἠγέρθη· ἲδε ὁ τόπος ὅπου ἔκειτο ὁ Κύριος»· εἰ γὰρ καὶ τοὺς φύλακας, φησίν, ὁρᾶτε κατασεισθέντας τῷ φόβῳ, ἀλλ’ ὑμεῖς μὴ φοβεῖσθε· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· ἠγέρθη, οὐκ ἒστιν ὧδε. Οὗτος γὰρ οὐ μόνον ἅδου καὶ θανάτου καὶ τάφου κλείθροις καὶ μοχλοῖς καὶ σφραγίσιν ἐστὶν ἀκάθεκτος, ἀλλὰ καὶ τῶν ἀθανάτων ἡμῶν καὶ οὐρανίων ἀγγέλων ὑπάρχει Κύριος, καὶ μόνος οὗτός ἐστιν ὁ τοῦ παντὸς Κύριος · «ἴδετε γάρ», φησί, «τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος· καὶ τυχὸν πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν».
- «Ἐξελθοῦσαι δέ», φησί, «μετὰ φόβου καὶ χαρᾶς μεγάλης». Ἐμοὶ δοκεῖ πάλιν, τὸν μὲν φόβον ἔτι τὴν Μαγδαληνὴν Μαρίαν ἔχειν καὶ τὰς μέχρι τότε συνελθούσας τῶν ἄλλων γυναικῶν· οὐ γὰρ συνῆκαν τῶν εἰρημένων παρὰ τοῦ ἀγγέλου τὴν δύναμιν, οὐδὲ τοῦ φωτὸς ἀντιλαβέσθαι τελέως ἴσχυσαν, ὡς ἰδεῖν καὶ καταμαθεῖν ἀκριβῶς· τὴν δὲ Θεομήτορα τὴν μεγάλην κτήσασθαι χαράν, τὰ παρὰ τοῦ ἀγγέλου συνῆσαν καὶ τοῦ φωτὸς γενομένην ὅλην, ὡς κεκαθαρμένην ἄκρως καὶ κεχαριτωμένην θείως, καὶ διὰ πάντων βεβαίως τὸ ἀληθὲς καὶ γνωρίσασαν καὶ τῷ ἀρχαγγέλῳ πιστεύσασαν, ἐπεὶ καὶ πιστὸς οὗτος ἐκ πολλοῦ ταύτῃ διὰ τῶν ἔργων ἐφάνη. Πῶς δὲ καὶ παρὰ τῶν γενομένων αὐτῆς παρούσης, οὐκ ἂν συνῆκεν ἡ θεόσοφος Παρθένος τὸ τελεσθέν, σεισμὸν ἰδοῦσα, καὶ τοῦτον μέγαν, ἄγγελον κατερχόμενον οὐρανόθεν, καὶ τοῦτον ἀστραπηφόρον, τήν τε τῶν τηρούντων νέκρωσιν καὶ τοῦ λίθου τὴν μετάθεσιν καὶ τοῦ τάφου τὴν κένωσιν καὶ τῶν ἐνταφίων τὸ μέγα θαῦμα, ἀδιαλύτων ἅμα καὶ σμύρνῃ καὶ ἀλόῃ συνεχομένων καὶ κενῶν ὁρωμένῳ τοῦ σώματος, καὶ πρὸς τούτοις τὴν πρὸς αὐτὴν παρὰ τοῦ ἀγγέλου χαρμόσυνον θέαν καὶ ἀγγελίαν; Ἀλλ’ ἐξελθοῦσαι μετὰ τὸν εὐαγγελισμὸν τοῦτον, ἡ μὲν Μαγδαληνὴ Μαρία, ὡς ἂν εἰ μηδὲ ἤκουσε τοῦ ἀγγέλου, μηδ’ ἐκείνου δήπου δι’ αὐτὴν φθεγξαμένου, τὴν τοῦ τάφου κένωσιν ἑξακριβοῦται μόνην, τῶν ἐνταφίων μηδένα λόγον ποιησαμένη· καὶ τρέχει πρὸς Σίμωνα Πέτρον καὶ τὸν ἄλλον μαθητήν, ὡς ὁ Ἰωάννης φησίν.
- Ἡ δὲ θεομήτωρ Παρθένος ἑτέραις γυναιξί συναφθεῖσα, ὅθεν ἦλθεν ἐπανήρχετο πάλιν· καὶ ἰδού, καθάπερ ὁ Ματθαῖος φησίν, «ὁ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων, χαίρετε». Ὁρᾶτε ὅτι καὶ πρὸ τῆς Μαγδαληνῆς Μαρίας ἡ Θεομήτωρ εἶδε τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκὶ καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα; «Αἱ δὲ προσελθοῦσαι», φησίν, «ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ». Καθάπερ δὲ τὸ εὐαγγέλιον τῆς ἀναστάσεως μετὰ τῆς Μαγδαληνῆς Μαρίας ἡ Θεοτόκος παρὰ τοῦ ἀγγέλου ἀκούσασα μόνη συνῆκε τῶν εἰρημένων τὴν δύναμιν, οὕτω καὶ μετὰ τῶν ἄλλων γυναικῶν, ὑπαντήσασα τῷ Υἱῷ καὶ Θεῷ, πρώτη τῶν ἄλλων ἁπασῶν καὶ εἶδε καὶ ἐπέγνω τὸν ἀναστάντα καὶ προσπεσοῦσα τῶν αὐτοῦ ἥψατο ποδῶν καὶ ἀπόστολος αὐτοῦ πρὸς τοὺς Ἀποστόλους ἐγένετο. Ὅτι δὲ ἡ Μαγδαληνὴ Μαρία οὐ συνῆν τῇ τοῦ Θεοῦ Μητρί, ἡνίκα παρὰ τοῦ τάφου ἐπανιούσῃ ὑπήντησε καὶ ἐπεφάνη καὶ προσελάλησεν αὐτῇ ὁ Κύριος, διδασκόμεθα παρὰ τοῦ Ἰωάννου· «τρέχει γάρ», φησίν, «αὓτη πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητήν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς, ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν». Πῶς γάρ ἂν εἴπερ εἶδε καὶ χερσὶν ἥψατο καὶ συντυγχάνοντος ἤκουσε, τοιαῦτα ἔλεγεν, ὅτι ἦραν καὶ μετέθηκαν, ὅπου δέ, οὐκ οἴδαμεν; Ἀλλὰ μετὰ τὸν Πέτρου καὶ Ἰωάννου δρόμον ἐπὶ τὸν τάφον καὶ τὴν θέαν τῶν ὀθονίων καὶ τὴν ἐπάνοδον, «Μαρία δὲ εἰστήκει», φησί, «πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω».
- Ὁρᾶτε ὡς μὴ μόνον οὔπω εἶδεν, ἀλλ’ οὐδὲ δι’ ἀκοῆς ἐπληροφορήθη; Καὶ τῶν ἐπιφαινομένων δὲ ταύτην ἐρωτησάντων ἀγγέλων, «γύναι, τὶ κλαίεις», ἐκείνη πάλιν ὡς περὶ νεκροῦ ἀποκρίνεται· ὡς δὲ στραφεῖσα τὸν Ἰησοῦν εἶδεν, οὐδὲ πάλιν συνῆκεν, ἀλλ’ ἐρωτωμένη καὶ παρ’ αὐτοῦ, τὶ κλαίει, τὰ παραπλήσια φθέγγεται, ἕως οὗ ἐξ ὀνόματος ἐκεῖνος αὐτὴν καλέσας, ἑαυτὸν παρέστησεν ὄντα. Τότε δὴ προσπεσοῦσα καὶ αὐτὴ καὶ ζητοῦσα τὸν ἀσπασμὸν τοῖς ἐκείνου ποσὶ προσενεγκεῖν, ἤκουσε παρ’ αὐτοῦ, μή μου ἅπτου· παρ’ οὗ μανθάνομεν, ὡς ἡνίκα πρότερον ὤφθη τῇ τε Μητρὶ καὶ ταῖς συνούσαις αὐτῇ γυναιξίν, αὐτῇ μόνῃ καὶ τῶν ποδῶν ἅψασθαι παρέσχεν, εἰ καὶ ὁ Ματθαῖος κοινοποιεῖται καὶ ταῖς ἄλλαις γυναιξί τοῦτο, μὴ θέλων δι’ ἣν τὴν ἀρχὴν ἔφημεν αἰτίαν, φανερῶς τὴν Μητέρα προάγειν ἐπὶ τῶν τοιούτων.
- Ἐπεὶ δὲ μετὰ τὸ πρώτην ἐλθεῖν ἐπὶ τὸν τάφον τὴν ἀειπάρθενον Μαρίαν καὶ πρώτην τὸ εὐαγγέλιον τῆς ἀναστάσεως δέξασθαι πολλαὶ συνῆλθον καὶ τὸν λίθον εἶδον ἀποκεκυλισμένον κἀκεῖναι καὶ τῶν ἀγγέλων ἤκουσαν, ἐπανιοῦσαι μετὰ τὴν τοιαύτην ἀκοὴν καὶ θέαν ἐμερίσθησαν. Καὶ αἱ μέν, καθάπερ ὁ Μᾶρκος φησί, «ἔφυγον ἀπὸ τοῦ μνημείου καὶ εἶχεν αὐτὰς φόβος καὶ ἔκστασις καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ»· αἱ δὲ τῇ τοῦ Κυρίου εἵποντο Μητρί, αἱ καὶ τῆς τοῦ δεσπότου θέας καὶ ὁμιλίας ἐπέτυχον. Ἡ δὲ Μαγδαληνὴ πρὸς Πέτρον καὶ Ἰωάννην ἀπῂει, μεθ’ ὧν καὶ πρὸς τὸν τάφον πάλιν ἔρχεται μόνη κἀκείνων ἀναχωρησάντων, αὐτὴ παραμείνασα τῆς δεσποτικῆς ἀξιοῦται καὶ αὓτη θέας καὶ πρὸς τοὺς Ἀποστόλους καὶ αὕτη πέμπεται καὶ πρὸς αὐτοὺς ἔρχεται πάλιν, ἀπαγγέλλουσα πᾶσιν, ὡς Ἰωάννης φησίν, «ὅτι ἑώρακε τὸν Κύριον καὶ ταῦτα εἶπεν αὐτῇ». Ταύτην οὖν τὴν θέαν πρωΐ φησι καὶ ὁ Μᾶρκος γενέσθαι, τουτέστι κατὰ τὴν ἀκραιφνῆ τῆς ἡμέρας ἀρχήν, τοῦ ὄρθρου παρελθόντος παντός, ἀλλ’ οὐχὶ τὴν τοῦ Κυρίου ἀνάστασιν, οὐδὲ τὴν πρώτην αὐτοῦ ἐπιφάνειαν τότε γενέσθαι ἰσχυριζόμενος.
- Ἔχομεν δὴ τὰ τῶν Μυροφόρων ἠκριβωμένα καὶ τὴν ἄνωθεν ζητουμένην ἐπὶ ταύταις τῶν τεσσάρων εὐαγγελιστῶν συμφωνίαν. Οἱ δὲ μαθηταὶ κατ’ αὐτὴν τὴν ἡμέραν τῆς ἀναστάσεως παρά τε τῶν Μυροφόρων ἀκούσαντες καὶ τοῦ Πέτρου καὶ παρὰ Λουκᾶ καὶ Κλεόπα, ὅτι ὁ Κύριος ζῇ καὶ ἐθεάθη ὑπ΄ αὐτῶν, ἠπίστησαν· διὸ καὶ ὀνειδίζονται παρ’ αὐτοῦ, ὕστερον συνοῦσιν ἐπιφανέντος αὐτοῖς. Μετὰ δὲ τὸ διὰ πολλῶν καὶ πολλάκις ἑαυτὸν παραστῆσαι ζῶντα, οὐκ ἐπίστευσαν μόνον πάντες, ἀλλὰ καὶ ἐκήρυξαν πανταχοῦ· «εἰς πᾶσαν γὰρ γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν», «τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων»· τὰ γὰρ σημεῖα μέχρι τοῦ κηρυχθῆναι τὸν λόγον εἰς πᾶσαν τὴν γῆν ἀναγκαιότητα ἦν. Ἀλλὰ δεῖ μὲν σημείων καὶ τεραστίων πρὸς παράστασιν καὶ βεβαίωσιν τῆς τοῦ κηρύγματος ἀληθείας, δεῖ δὲ σημείων, ἀλλ’ οὐ τεραστίων πρὸς παράστασιν τῶν ὑποδεξαμένων τὸν λόγον, εἰ βεβαίως ἐπίστευσαν· τίνων τούτων; Τῶν ἀπὸ τῶν ἔργων. «Δεῖξον γάρ μοι», φησί, «τήν πίστιν σου ἐκ τῶν ἔργων σου» καὶ «τὶς πιστός, δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ». Τὶς γὰρ πιστεύσει διάνοιαν ἔχειν ὄντως θείαν καὶ μεγάλην καὶ ὑψηλήν, καὶ ὡς εἰπεῖν οὐράνιον, οἷά πέρ ἐστιν ἡ εὐσέβεια, τὸν φαύλων ἀντεχόμενον ἔργων καὶ τῇ γῆ καὶ τοῖς γηίνοις προσηλωμένον;
- Οὐδὲν οὖν ὄφελος, ἀδελφοί, ἐὰν πίστιν λέγῃ τις ἔχειν θείαν, ἔργα δὲ μὴ ἔχῃ τῇ πίστει κατάλληλα. Τὶ τὰς μωρὰς παρθένους αἱ λαμπάδες ὤνησαν οὐκ ἐχούσας ἔλαιον, δηλονότι τὰ τῆς ἀγάπης καὶ τὰ τῆς συμπαθείας ἔργα; Τὶ τὸν ἐν τῇ ἀσβέστῳ φλογὶ διὰ τό πρὸς τὸν Λάζαρον ἀσυμπαθὲς τηγανιζόμενον ἐκεῖνον πλούσιον τὸν πατέρα ἐπικαλεῖσθαι τὸν Ἀβραάμ; Τὶ τὸν μὴ κεκτημένον διὰ τῶν ἀγαθῶν ἔργων ἔνδυμα, τῷ θείῳ γάμῳ καὶ τῇ παστάδι τῆς ἀφθαρσίας ἐκείνης κατάλληλον, ἡ πρὸς τὴν κλῆσιν δῆθεν εὐπείθεια; Καὶ γὰρ προσεκλήθη τε καὶ προσῆλθε, πιστεύσας πάντως, καὶ τοῖς ἁγίοις ἐκείνοις δαιτυμόσι συνανεκλήθη, ἀλλ’ ἐξελεγχθεὶς καὶ καταισχυνθείς, ὡς τὴν ἀπὸ τῶν ἠθῶν καὶ τῶν πράξεων φαυλότητα περικείμενος, δεθεὶς χεῖράς τε καὶ πόδας ἀνηλεῶς, εἰς τὴν γέενναν ῥίπτεται τοῦ πυρός, ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
- Ἧς μηδένα γένοιτο τῶν ἀπὸ τοῦ Χριστοῦ καλουμένων πεῖραν λαβεῖν, ἀλλὰ τῇ πίστει βίον ἐπιδειξαμένους προσήκοντα καὶ εἰσελθεῖν εἰς τὸν νυμφῶνα τῆς εὐφροσύνης τῆς ἀκηράτου καὶ συνδιαιωνίζειν τοῖς ἁγίοις, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία. Ἀμήν.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ
